# De providentia orationes decem 83.677

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.677

ἄλλοτε ἐπὶ κέρας ἄγουσιν. Ἔστι δὲ ὅτε κέρας ἑκάτερον ἐπὶ πλεῖστον ἐκτείναντες, κυκλοῦσι μὲν τοὺς πολεμίους, οὐδὲ φυγεῖν ἐπιτρέποντες, ἀλλὰ πάντοθεν ὁμοίως ἀφιέντες τὰ βέλη, καὶ ἄρδην ἅπαντας ἀναιροῦντες. Τούτων δὲ οὐδὲν ἐγεγόνει, μὴ τῆς στρατιᾶς εἰς ἄρχοντας καὶ ἀρχομένους διῃρημένης· πολυαρχία γὰρ ἐν στρατιᾷ πάντων μάλιστα βλαβερώτατον, εἰς πολλὰ κατατέμνουσα, καὶ τὴν ὁμόνοιαν διασπῶσα, καὶ πολλαῖς βουλαῖς ἰθύνειν μὲν πειρωμένη, βλάπτουσα δὲ μᾶλλον ἢ κυβερνῶσα. Πῶς τοίνυν οὐκ ἄτοπον, καὶ ἐν νηΐ σε θαυμάζοντα τὴν τοῦ ἑνὸς προστασίαν, καὶ στρατιᾶς ἐπαινοῦντα τὴν τάξιν, ἣν οἱ τῶν στρατηγῶν ἐργάζονται νόμοι, μέμφεσθαί σε οἰκίαν τοῦτον ἀγομένην τὸν τρόπον; Ἀλλὰ πικρὸν, φησὶ, τὸ δουλεύειν, κἀν τῇ ἐξουσίᾳ τῶν δεσποτῶν ἔχειν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν, καὶ πόνοις διηνεκέσι ταλαιπωρεῖσθαι. Ἀλλ' εἰ φιλαλήθως τῶν εἰρημένων ἕκαστον σκοπῆσαι θελήσειας, ἐῤῥῶσθαι φράσας τοῖς ἐριστικοῖς λόγοις, εὑρήσεις, τὰ μὲν ἀθυμίας, τὰ δὲ πολλῆς ὠφελείας μεστά. Ὁ μὲν γὰρ τῆς οἰκίας δεσπότης, πολλαῖς πολιορκεῖται φροντίσι, σκοπούμενος ὅπως τοῖς οἰκείοις πορίσῃ τὰς χρείας, ὅπως βασιλεῦσι τὴν τεταγμένην εἰσφορὰν εἰσενέγκῃ, ὅπως ἀποδῶται μὲν τῶν προσόδων τὰ περιττὰ, ὠνήσηται δὲ τὰ ἐνδέοντα. Ἀγνώμων ἡ γῆ περὶ τοὺς γηπόνους ἐγένετο, τὴν τῶν ἀνθρώπων περὶ τὸν Ποιητὴν ἀγνωμοσύνην οὕτω πως μιμουμένη· ὁ δὲ ἀνιᾶται, καὶ δανειστὰς περισκοπεῖ, καὶ γραμματεῖα διαγράφει, καὶ τὴν αὐθαίρετον ἐπισπᾶται δουλείαν. Ἤνεγκεν ἡ γῆ τοὺς καρποὺς, καὶ βρίθει ταῖς ὠδῖσι, καὶ τοῖς ληΐοις καλύπτεται, καὶ βαροῦσα τῷ πλήθει τοῦ καρποῦ τῶν δένδρων τοὺς κλάδους πρὸς ἑαυτὴν νεύειν καταναγκάζει· ὁ δὲ πάλιν ἑτέρως κεντεῖται· τῶν καρπῶν γὰρ τοὺς ὠνητὰς περισκοπῶν οὐχ εὑρίσκει, καὶ γίνεται αὐτῷ τῆς εὐκαρπίας ἡ εὐθηνία μικρῷ τινι ἀφορητοτέρα. Οὐ μόνον δὲ αὐτοῖς μεθ' ἡμέραν αἱ φροντίδες ἐπίασι, καὶ τὴν ψυχὴν περιστοιχίζουσι καὶ κυκῶσιν, ἀλλὰ καὶ νύκτωρ χαλεπώτερον πολεμοῦσιν. Ἡσυχάζουσα γὰρ ἡ ψυχὴ, καὶ τῶν ἔξωθεν πραγμάτων ἀπηλλαγμένη, ἀκριβέστερον τῶν οἰκείων, ἢ ἀγαθῶν, ἢ κακῶν ἐπαισθάνεται. Ὁ δὲ οἰκέτης τῷ σώματι δουλεύων, ἐλευθέραν ἔχει τὴν ψυχὴν, καὶ τούτων ἁπάντων ἀπηλλαγμένην. Οὐ γὰρ ὀδύρεται γῆς ἀκαρπίαν, οὐδὲ ὠνίων ἀπρασίαν ὀλοφύρεται· οὐκ ἀλγύνεται τὸν δανειστὴν θεωρῶν, οὐ δέδιε πρακτόρων ἐσμὸν, δικαστηρίοις προσεδρεύειν οὐκ ἀναγκάζεται, οὐδὲ δειμαίνει τοῦ κήρυκος τὴν φωνὴν, οὐδὲ δικαστὴν βλοσυρὸν δεικνύντα τὸ ὄμμα· μέτρῳ λαμβάνει τὸ σιτηρέσιον, ἀλλὰ φροντίδος ἀπηλλαγμένον. Ἐπ'

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
