# De providentia orationes decem 83.680

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.680

ἐδάφους καθεύδει, ἀλλ' οὐ μέριμνα τὸν ὕπνον ἐξελαύνει, ἀλλὰ γλυκὺς αὐτοῦ τοῖς βλεφάροις ἐπιχεόμενος οὐκ ἐᾷ τῆς τοῦ ἐδάφους ἀντιτυπίας αἰσθάνεσθαι. Καὶ τοῦτο φυσιολογῶν ὁ Σοφὸς ἔλεγε· «Γλυκὺς ὁ ὕπνος τῷ δούλῳ.» Ἑνὶ χιτωνίῳ τὸ σῶμα καλύπτει, ἀλλὰ ῥωμαλεώτερον ἔχει τοῦ δεσπότου τὸ σῶμα. Ἄρτον ἐσθίει πιτυρίαν, οὐδὲ μικροῦ προσοψήματος ἀπολαύων· ἀλλ' ἥδιον τοῦ δεσπότου τῆς τροφῆς ἀπολαύει. Ὁ μὲν γὰρ διηνεκῶς γαστριζόμενος, καὶ τοῦ κόρου τοὺς ὅρους ὑπερβαίνων, ὠθεῖ τὰ σιτία, καὶ κατ' ἀνάγκην τῇ γαστρὶ παραπέμπει· ὁ δὲ τῇ χρείᾳ μετρῶν τὴν μετάληψιν, καὶ τὸν χοίνικα τὸν διδόμενον οἰκονομικῶς διαιρῶν, ὀρεγόμενος τὴν τροφὴν ὑποδέχεται, καὶ πέττει ῥᾳδίως, συνεργὸν λαβὼν τὸν πόνον. Σὺ δὲ τὴν μὲν δουλείαν βλέπεις, τὴν δὲ ὑγείαν οὐ βλέπεις· καὶ τὴν μὲν διακονίαν ὁρᾷς, τὴν δὲ θυμηδίαν οὐ θεωρεῖς· καὶ τοῦ μὲν πόνου κατηγορεῖς, τὸν δὲ ἀφρόντιδα βίον οὐ μακαρίζεις· καὶ τὴν μὲν ὑπουργίαν διαβάλλεις, τὸν δὲ ἥδιστον ὕπνον οὐ βλέπεις. Καὶ μὴν ἔδει κἀντεῦθεν τὴν τοῦ Θεοῦ πρόνοιαν κατιδεῖν, καὶ τὴν τῆς οἰκονομίας ἰσότητα θεωρῆσαι. Ἐπειδὴ γὰρ ἡ τῆς ἁμαρτίας ἀνάγκη εἰς ἡγεμονίαν καὶ δουλείαν τῶν ἀνθρώπων τὴν φύσιν διένειμε, τῇ μὲν μετὰ τῆς ἡγεμονίας καὶ τὰς φροντίδας συνέζευξε, καὶ ἀγρυπνίας συνεκλήρωσε, καὶ νόσους πλείους ἀπένειμε· τῇ δὲ δουλείᾳ, πλείονα δέδωκε τὴν ὑγείαν, καὶ ἡδίω τῆς τροφῆς τὴν ἀπόλαυσιν, καὶ ὕπνον ἡδὺν καὶ μακρότερον, λῦσαι τοῦ κόπου τὸ σῶμα δυνάμενον, καὶ πρὸς τοὺς πόνους αὐτὸ τῆς ὑστεραίας ἐῤῥωμενέστερον ἀποφῆναι. Μὴ τοίνυν μόνους ὅρα τοὺς πόνους, ἀλλὰ καὶ τὰς τῶν πόνων θεώρει παραμυθίας, καὶ τὸν τῶν ὅλων Πρύτανιν διὰ πάντων ἀνύμνει. Τί δήποτε δὲ διαβάλλεις τοὺς πόνους ὁ πάντα ῥᾳδίως συκοφαντῶν; Τί τῶν ἀνθρωπίνων ἀγαθῶν δίχα πόνου κατορθοῦται; Ποίαν εὐκληρίαν τῶν ἀνθρώπων ἡ φύσις οὐ διὰ πόνων καρποῦται; Τὰ ἐκ γηπονίας ἀγαθὰ διὰ πόνων καρπούμεθα, καὶ τοὺς τῆς ἐμπορίας καρπούς· πόλεις οἰκοδομοῦμεν, μετὰ πόνου ταύτας κατασκευάζοντες· πόνων ἡγουμένων, οἰκιῶν ἀπολαύομεν, ἐσθῆτι τὸ σῶμα καλύπτομεν, ὑποδήματα τοῖς ποσὶ περιτίθεμεν, σιτία παντοδαπὰ προσφερόμεθα. Καὶ τί δεῖ πάσας καταλέγειν τῶν ἀνθρώπων τὰς χρείας, ὧν οἱ πόνοι δημιουργοί; Ἀλλ' ἔοικας κηφήν τις εἶναι, καὶ ἀργίᾳ συντεθραμμένος, καὶ τῶν ἀλλοτρίων πόνων δρεπόμενος τοὺς καρποὺς, οὐδὲν δὲ αὐτὸς συνεισφέρων τῷ βίῳ, ἀλλὰ γλῶτταν μόνην, πάντα σκώπτειν πεπιστευμένην. Ἀλλὰ καὶ τοῦτον τὸν ὕθλον, καὶ τὴν πολλὴν ἀδολεσχίαν, ἡ ἀργία γεγέννηκεν. Ὁ γὰρ πόνοις ἐσχολακὼς, ὀλίγα μὲν φθέγγεται, πολλὰ δὲ λίαν ἐργάζεται. Εἰ τοίνυν πόνῳ τῶν ἀγαθῶν ἕκαστον κατορθοῦται, μὴ διαβάλ-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
