# De providentia orationes decem 83.688

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.688

τῆς ἐννοίας κυήματα, οὐδ' ἐλογισάμην τὰς μικρὰς αὐτῆς καὶ ἐξιτήλους ὠδῖνας, ἀλλ' ἐσκόπησα μόνον, ὡς δῆλόν ἐστι τοῖς εἰδέναι θέλουσι τῆς ἀληθείας τὸ φῶς, καθάπερ ἥλιος τοῖς ἐῤῥωμένοις τὰς ὄψεις. Καὶ μηδενὸς γὰρ συνηγοροῦντος, βοᾷ τοῦ Ποιητοῦ καὶ Σωτῆρος ἡμῶν ἡ πρόνοια. Οὐδὲν οὖν ἀπεικὸς δρᾷν ᾠήθην, οὐδὲ μέμψεως ἄξιον, παρασχὼν εἰς ὑπουργίαν τὴν γλῶτταν, τῇ πάντοθεν φερομένῃ φωνῇ, καὶ ταύτην ἐνηχῶν τοῖς βεβυσμένοις τῶν ἀχαρίστων ὠσίν. Ὅτι μὲν οὖν καὶ πενία καὶ πλοῦτος ἀναγκαῖα τῷ βίῳ καὶ χρήσιμα, καὶ δουλείαν δέ τινα καὶ δεσποτείαν, καθάπερ τινὰ φάρμακα, τοῖς ἕλκεσι τῆς ἁμαρτίας ὁ τῶν ψυχῶν προσήνεγκεν ἰατρὸς, τὴν θείαν χάριν συνεργὸν ἐσχηκότες, ἱκανῶς ἀπεδείξαμεν. Ὅτι δὲ οὐ λωβᾶται δουλεία τοῖς χρωμένοις, ἀλλὰ καὶ λίαν τοὺς βουλομένους εὐεργετεῖ, αὐτίκα, σὺν Θεῷ φάναι, δειχθήσεται· τοῦτο γὰρ χθὲς ἐρεῖν ὑπεσχόμεθα. Δυνατὸν μὲν γὰρ τῷ βουλομένῳ, καὶ δίχα τῶν παλαιῶν παραδειγμάτων τοὺς συνδουλεύοντας ἐξετάσαι, καὶ θεωρῆσαι πολλοὺς ἀρετῆς φροντιστὰς, καὶ τὴν δουλείαν εὐνοίᾳ κοσμοῦντας, καὶ τῆς μὲν ἀνάγκης οὐ δεομένους, γνώμῃ δὲ τὸ δέον ἐργαζομένους, καὶ τῶν δεσποτῶν τὴν θεραπείαν προαιρουμένους, καὶ τούτου χάριν καὶ ἐλευθερίας ἀξιουμένους, καὶ χρημάτων πολλῶν κυρίους γινομένους, καὶ τῆς καλῆς δουλείας τὰ ἐπίχειρα δρεπομένους. Οὐ παρέλκον δὲ ἴσως καὶ τῶν πάλαι δεδουλευκότων ὀλίγους εἰς μέσον παραγαγεῖν, καὶ γυμνῶσαι τῆς εὐσεβείας τὸν θησαυρὸν, ὃν ἐκεῖνοι συνήγαγον, εἰς ἔλεγχον τῶν τὴν δουλείαν διαβάλλειν ἐπιχειρούντων, καὶ τῆς μείζονος βλασφημίας ταύτην ἀφορμὴν ποιουμένων, καὶ κατὰ τῆς τοῦ Θεοῦ προνοίας ἐντεῦθεν ἀφιέναι τὰ βέλη τολμώντων. Παρίτω τοιγαροῦν πρῶτος ἁπάντων, ὁ πρῶτος Ἁβραὰμ τοῦ πατριάρχου θεράπων. Οὗτος τοίνυν, ἡνίκα γεγηρακὼς ὁ πατριάρχης ὤφθη, τῆς φύσεως τὸν ὅρον εἰδὼς, καὶ τοῦ βίου τὸ τέλος ὁρῶν, γῆρας γὰρ θανάτου προοίμιον, περὶ τοῦ υἱέος ἐνετέλλετο. καὶ φέρειν αὐτῷ γυναῖκα προσέταττεν ἐκ τῆς οἰκείας φυλῆς, καὶ φεύγειν τὴν τῶν Χαναναίων συγγένειαν παρηγγύα, ταῖς παλαιαῖς ἀραῖς καὶ εὐλογίαις πιστεύων· τηνικαῦτα ὁ θαυμαστὸς οὗτος οἰκέτης, πρῶτον μὲν ἀκριβῶς ἅπαντα βασανίζει τοῦ δεσπότου τὰ ῥήματα, καὶ τὸν προσφερόμενον δεδιὼς ὅρκον, καὶ τὸν τῶν ἁπάντων ἐπόπτην ὀῤῥωδῶν ὀφθαλμὸν, πυνθάνεται πρῶτον, εἰ δεῖ τὸν υἱὸν εἰς τὴν πατρῴαν ἀπαγαγεῖν οἰκίαν, τῆς γυναικὸς τὴν ἐκδημίαν παραιτουμένης. Τοῦ δὲ Ἀβραὰμ ἀπαγορεύσαντος, καὶ φήσαντος μὴ δεῖν ἀπάγειν, ἀλλὰ τῷ Θεῷ τῷ κεκληκότι θαῤῥεῖν, καὶ τοῖς ἐκείνου πηδαλίοις πιστεύειν, ἀπαίρει μὲν ὁ παῖς ἐκ τῆς δεσποτικῆς οἰκίας, πολλοὺς δὲ σταθμοὺς ὁδεύσας, εἰς τὴν

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
