# De providentia orationes decem 83.689

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.689

Χαῤῥὰν ὀψὲ τῆς ἡμέρας παρεγένετο· καὶ τὰς μὲν καμήλους καθίζει, φάρμακον τῶν πόνων τὴν ἀνάπαυλαν προσφέρων, αὐτὸς δὲ μακρὰ χαίρειν εἰπὼν οἷς ἐκόμιζε δώροις, καὶ πάσῃ τῇ τοῦ πλούτου περιφανείᾳ, εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνας, τὸν Θεὸν ἱκετεύει, προμνήστορα τοῦ τροφίμου γενέσθαι, καὶ κατεγγυῆσαι κόρην αὐτῷ τοῖς δεσποτικοῖς συμβαίνουσαν ἤθεσιν. Ἄξιον δὲ καὶ αὐτῶν ἐκείνων τῶν εὐσεβῶν ἀκοῦσαι ῥημάτων. «Κύριε, γὰρ, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται, ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ.» Τίς οὐκ ἂν ἀγασθείη τῆς εὐσεβείας τὸν ἄνδρα; μᾶλλον δὲ τίς ἂν ἀξίως τῶν εἰρημένων ἕκαστον εὐφημήσειεν; Ἔστι γὰρ ἰδεῖν κατὰ ταὐτὸν πίστει καὶ σοφίᾳ καὶ εὐσεβείᾳ τὴν εὐχὴν κοσμουμένην. Τὸ γὰρ πᾶσιν ἐῤῥῶσθαι φράσαντα καὶ τῇ τοῦ Θεοῦ προμηθείᾳ τὴν τῆς ἐκδημίας ὑπόθεσιν ἀναρτῆσαι, πῶς οὐκ εὐσεβείας ἐστὶ καὶ σοφίας τῆς ἀνωτάτω; Τὸ δὲ τῇ τοῦ δεσπότου θαῤῥῆσαι δικαιοσύνῃ, καὶ τούτου καλέσαι Θεὸν τὸν κοινὸν ἁπάντων Θεὸν, καὶ δι' ἐκεῖνον ἐλπίσαι τέλος πάντως λήψεσθαι τὴν εὐχὴν, καὶ τὴν αἴτησιν εἰς πέρας ἀχθήσεσθαι, ποίαν πίστεως ὑπερβολὴν καταλείπει; Τετυχηκὼς δὲ ὧν ᾔτησε, θεοφιλὴς ἀποδέδεικται. Οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔτυχεν, εἰ μὴ λίαν ἦν εὔνους τῷ δεδωκότι· τὴν εὔνοιαν δὲ ἡ τῆς ψυχῆς ἐδημιούργησεν ἀρετή. Ὅτι τετύχηκε, καὶ παραυτίκα τετύχηκεν, ἡ ἱστορία διδάσκει. Εἰς γὰρ τῆς εὐχῆς τὸ τέλος ἔφθασεν ἡ Ῥεβέκκα, καὶ τὸ τῆς φιλοξενίας ἐπιδείκνυσι σημεῖον· καὶ σμικρὸν ὕδωρ αἰτηθεῖσα, καὶ τὰς καμήλους ἁπάσας ποτίζειν ἐπείγεται· καὶ μετὰ πόνου τὸ ὕδωρ ἀνιμωμένη, λογικῶν καὶ ἀλόγων θεραπεύει τὸ δίψος, ἀνδρίαν ὁμοῦ καὶ φιλανθρωπίαν ἐπιδεικνυμένη, καὶ τῆς ἐν τῷ λόγῳ τῆς εὐχῆς ζωγραφηθείσης κόρης ἀρχέτυπον φαινομένη, καὶ τῆς Ἀβραμιαίας οἰκίας ἀξία δεικνυμένη, καὶ τῷ φιλοξένῳ κηδεστῇ συνομολογοῦσαν κεκτημένη τὴν γνώμην. Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκετεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμμὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα. Ταῦτα ᾔτησε, ταῦτα ἔλαβε. Καὶ οὐδὲ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
