# De providentia orationes decem 83.692

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.692

εὐθὺς ἀβασανίστως ἔλαβεν, ἀλλ' ἐξετάζων τῶν γινομένων ἕκαστον, ἰδεῖν, φησὶν, ἐβούλετο, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Ἐπειδὴ δὲ ἅπαντα εἶδεν ἃ ᾔτησε σημεῖα, οὐδὲ οὕτως ἔδωκε πρὸ τῆς ὑμνῳδίας τῆς μνηστείας τὰ σύμβολα, οὐδὲ ὑφ' ἡδονῆς ἡττηθεὶς, ἐπελήσθη τοῦ δεδωκότος. Ἀλλὰ τὸ δῶρον βλέπων, βλέπειν ἐπίστευε καὶ τὸν τοῦ δώρου δοτῆρα, καὶ πρότερον ἐκεῖνον εἰς δύναμιν ὕμνησεν, εἶθ' οὕτως τὸ δῶρον ἐδέξατο. Πυθόμενος γὰρ τίς τε εἴη, καὶ ἐκ τίνος ἔφυ, καὶ μαθὼν ὅτι Βαθουὴλ μὲν ἔστι θυγάτηρ, ἔχει δὲ καὶ καταγωγὴν καὶ χιλὸν ταῖς καμήλοις ἀρκοῦντα, «Σπεύσας, φησὶν, ὁ παῖς προσεκύνησε, καὶ εἶπεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὑτοῦ, καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου, ἐμέ τε εὐώδωκεν εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.» Ἐπειδὴ γὰρ ὧν ᾔτησεν ἔλαβε πλείονα, οὐ γὰρ μόνον ὕδωρ ἔδωκεν ἡ κόρη, ἀλλὰ καὶ καταγώγιον δώσειν αὐτομάτως ἐπηγγείλατο, καὶ τροφὴν καὶ αὐτῷ καὶ ταῖς καμήλοις παρέξειν ὑπέσχετο, καὶ τὴν συγγένειαν, ἣν οὐκ ᾔτησε, μεθ' ὧν ᾔτησεν εἶδε παραχθεῖσαν, ὕμνοις οἷς ἠδύνατο, τὸν τῆς χάριτος ἠμείβετο χορηγὸν, καὶ ταῖς θείαις ἐπαγγελίαις τὸ ἀψευδὲς ἐμαρτύρει. «Εὐλογητὸς γὰρ, φησὶν, ὁ Κύριος, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου Ἀβραάμ.» Δίκαιος μὲν γὰρ, φησὶν, ὑπάρχεις, πλείονα τῶν εὐσεβῶν ποιούμενος ἐπιμέλειαν, καὶ τὸν σὸν μὲν εὔνουν οἰκέτην, ἐμὸν δὲ χρηστὸν δεσπότην, πάσης ἀξιῶν θεραπείας. Τὴν δὲ ἀλήθειάν σου τῶν λόγων κηρύττει τὰ πράγματα· ἐν παισὶ γὰρ τὰς ὑποσχέσεις βεβαιοῖς, ἃς τῷ κυρίῳ μου δέδωκας. Οὕτως ὑμνήσας τὸν μεγαλόδωρον, προσφέρει τῇ κόρῃ τῆς μνηστείας τὰ σύμβολα. Καὶ κοσμεῖ μὲν χρυσῷ τὰ ὦτα, ὡς εὐπετῶς καὶ μάλα ταχέως τῶν ξένων τὰς αἰτήσεις δεχόμενα· κοσμεῖ δὲ τὰς χεῖρας ὡσαύτως, ὡς καλῶς ὑπουργούσας τῇ μεγαλοψυχίᾳ τῆς γνώμης. Ἐπειδὴ δὲ εἰς τὴν οἰκίαν εἰσελήλυθε, καὶ τοὺς ἐκείνης γεννήτορας ἐθεάσατο, καὶ τοῦ δεσπότου τὰς ἐντολὰς ἀπεκάλυψε, καὶ τοῦ Θεοῦ τὴν ἐπικουρίαν ἐγνώρισε, καὶ θεραπείας, ἅτε δὴ γνώριμος, πλείστης ὅσης ἀπήλαυσεν, ἆρα ἐπελάθετο τοῦ δεσπότου, καὶ κεντούμενος ὑπὸ φροντίδων τὸν δεσπότην παρεῖδε, καὶ τὴν οἰκείαν ἀνάπαυλαν τῆς ἐκείνου προτετίμηκε θεραπείας; Οὐδαμῶς. Ἀλλὰ καὶ τοῦ τὴν κόρην φύσαντος, καὶ τῆς γεννησαμένης, καὶ τοῦ τῶν ὠδίνων κοινωνήσαντος μένειν ἀντιβολούντων, ἵν' ὡς ἐκδημούσης τῆς κόρης πρὸς ὀλίγας γοῦν αὐτῆς ἀπολαύσωσιν ἡμέρας, οὗτος ἔλεγε· «Μὴ κατέχετέ με, ὅτι Κύριος εὐώδωκε τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.» Καὶ πανταχοῦ τοὺς λόγους τῇ θείᾳ προσηγορίᾳ κο-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
