# De providentia orationes decem 83.697

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.697

καὶ οὔτε τὴν δουλείαν ἐπὶ νοῦν ἔλαβεν, οὔτε τὴν ἐκείνης ἔδεισε δεσποτείαν, οὔτε τῆς συμφορᾶς τὸ μέγεθος, ἧς ὑπέμεινε, λογισάμενος, ἐφεῖναι τὰς τῶν παθῶν ἠθέλησεν ἡνίας, ὡς οὐδενὸς ἐφορῶντος τὰ ἀνθρώπινα, καὶ ποινὴν ἀπαιτοῦντος τοὺς ἀδικεῖν προαιρουμένους. Ἀλλ' ἀντέταξε τὸν λογισμὸν καὶ δουλείᾳ, καὶ δεσποτείᾳ, καὶ βίου μεταβολῇ, καὶ ἐπιθυμίας ὁρμῇ, καὶ ἡλικίᾳ πυρπολουμένῃ, καὶ λόγοις πιθανοῖς καὶ κωτίλοις δούλῳ παρὰ δεσποίνης προσφερομένοις, καὶ κατηγόρων ἐρημίᾳ, καὶ προσδοκωμένῃ συκοφαντίᾳ, καὶ μυρίαις ἐντεῦθεν συμφοραῖς φυομέναις. Καὶ πρῶτον τοῖς τῆς δουλείας νόμοις χαίρειν εἰπὼν, καὶ τὴν τοῦ συμβούλου καὶ διδασκάλου τάξιν ἀναλαβὼν, γίνεται σωφροσύνης συνήγορος, καὶ ἀκολασίας κατήγορος. Καὶ τῇ πρεσβυτέρᾳ ὁ νέος, καὶ τῇ δεσποίνῃ δοῦλος, καὶ τῇ ἀνδρὶ συνεζευγμένῃ, καὶ τὴν ἐπιθυμίαν ἐννόμως ἀναπιμπλάναι δυναμένῃ, ὁ γάμου ζυγὸν οὐδέπω δεξάμενος, ἀλλὰ σφοδρὰς δεχόμενος τῆς ἐπιθυμίας τὰς προσβολὰς, περὶ σωφροσύνης προσφέρει παραίνεσιν. Ἄξιον δὲ καὶ αὐτῶν ἐκείνων τῶν ἱερῶν τοῦ σώφρονος ἀκοῦσαι ῥημάτων. «Εἰ ὁ κύριός μου, φησὶν, οὐ γινώσκει οὐδὲν δι' ἐμὲ ἐν τῷ οἴκῳ αὑτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτοῦ δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ οὐχ ὑπάρχει ἐν τῇ οἰκίᾳ ταύτῃ, οὐδὲ ὑφεξαιρεῖται οὐδὲν ἐμοῦ πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἡμαρτηκὼς ἔσομαι ἐναντίον τοῦ Θεοῦ.» Οὐ βλέπεις, φησὶν, ὃν βλέπω· σὺ μὲν γὰρ μεθύεις τῷ πάθει, ἐγὼ δὲ ταύτην οὐκ ἐδεξάμην τὴν μέθην, ἀλλ' ὁρῶ τὸν τοῦδε τοῦ παντὸς Κυβερνήτην, ὁρῶντα τῶν γινομένων ἕκαστον. Οὐ γὰρ ἐπέχουσιν ἐκεῖνον τὸν ὀφθαλμὸν ἃ βούλεται θεωρεῖν ὄροφος καὶ τοῖχος, καὶ θύραι κεκλεισμέναι· οὐδὲ τῆς νυκτὸς τὸ ζοφῶδες ἐμπόδιον γίνεται τῇ θεωρίᾳ. Οἶδεν οὗτος σαφῶς καὶ τὰ τῆς διανοίας κυήματα, καὶ πρὸ τῶν ὠδίνων τοὺς λόγους ἔτι κυομένους ἀκριβῶς θεωρεῖ. Τοῦτον ὁρῶν δειμαίνω καὶ δέδοικα, καὶ ὑβρίσαι τὸν γάμον οὐκ ἀνέχομαι, τῆς φύσεως τὴν πηγὴν, τῆς εἰς τὸν βίον εἰσόδου τὴν θύραν, δι' ὃν οὐκ ἐπέλιπε τῶν ἀνθρώπων τὸ γένος, ὃς οὐκ ἐᾷ σβεσθῆναι τῷ θανάτῳ τὴν φύσιν, ἀλλὰ νικᾷ τῇ φυτουργίᾳ τὰς τοῦ τέμνοντος χεῖρας, καὶ περιγίνεται τῇ βλάστῃ τῆς τοῦ ἀμῶντος δρεπάνης· ὃς τὸ ἔαρ μιμεῖται μετὰ τὴν τοῦ χειμῶνος λῃστείαν ἀναφαινόμενον, καὶ τὰ ὑπὸ ἐκείνου γυμνούμενα πάλιν ἀμφιεννύντα. Ἐδέξω ζυγὸν, ὦ γύναι· στέργε τὸν ζυγόν· μὴ διαῤῥήξῃς τὴν ζεύγλην, μηδὲ τὰ ἐκτὸς περισκόπει, ἀλλὰ τῷ ὁμόζυγι πρόσεχε. Σὺν ἐκείνῳ τῆς γεωργίας ἕλκειν ἐτάχθης τὸ ἄροτρον. Μὴ ἀτιμάσῃς γαμηλίους νόμους, καὶ φύσεως ὅρους, μηδὲ ὑβρίσῃ εὐνὴν ὑπὸ Θεοῦ τετιμημένην. Ἑτέρων δεσπόζειν ἐτάχθης, μὴ γένῃ δούλη τῶν ἡδονῶν, μὴ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
