# De providentia orationes decem 83.720

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.720

πόνων τὰ ἐπίχειρα; τίς ὁ τῶν ἱδρώτων καρπός, ποῖα τῶν ἀγώνων τὰ ἆθλα; Οὔτε γὰρ τοὺς δουλεύειν λαχόντας ἅπαντας ἐλευθερίας ἔστιν ἰδεῖν ἀπολαύοντας, οὔτε τοὺς πενίᾳ μὲν συγκληρωθέντας, ἀρετῆς δὲ φροντιστὰς γεγενημένους, εἰς τὸν τῶν πλουσίων μεταβάντας ὁρῶμεν κατάλογον, ἀλλ' ἐν τῇ προτέρᾳ τοὺς πλείστους ταλαιπωρίᾳ διαμεμενηκότας. Ἀλλὰ σὺ μὲν, ὦ ταλαίπωρε καὶ χαμαίζηλε, τῇ γαστρὶ, καὶ τῇ γνάθῳ, καὶ ταῖς ὀφρύσι τὴν εὐδαιμονίαν μετρεῖς, καὶ ὅρον εὐπραξίας εἶναι νομίζεις ζεῦγος ὑψηλὸν, καὶ δορυφόρους, καὶ ἐφεστρίδα λαμπρὰν, καὶ ἵππους ἠσκημένους εἰς κάλλος, καὶ προμετωπιδίοις καὶ προστερνιδίοις κόσμοις λαμπρυνομένους, καὶ κήρυκα βοῶντα, καὶ οἰκίαν εἰς ὕψος ἐγηγερμένην, καὶ ἀνδρῶνας τοῖς ἐξ Εὐβοίας καὶ Θετταλίας λίθοις διηνθισμένους, καὶ γραφικῇ τέχνῃ πεποικιλμένους, καὶ στιβάδας, καὶ κύκλους, καὶ ἔπιπλα, καὶ ἐκπώματα, καὶ οἴνους ἀνθοσμίας, καὶ πανδαισίαν Σικελικήν τε καὶ Συβαριτικὴν, καὶ τἄλλα ὅσα οἱ τὸν ὑγρὸν, καὶ ἀνείμενον, καὶ ἁβροδίαιτον ἐπιτηδεύουσι βίον. Ταῦτα δὲ πάντα τῶν εὖ φρονούντων ἕκαστος, οὐ μόνον οὐκ εὐδαιμονίαν, ἀλλὰ καὶ κακοδαιμονίαν ἐσχάτην, καὶ δυσπραξίαν εἴωθεν ὀνομάζειν. Οὐδὲ γὰρ διὰ τοῦτο δέδωκε τοῖς ἀνθρώποις τὸν πλοῦτον ὁ τῶν ὅλων Πρύτανις, ἵν' εἰς ἀκολασίαν αὐτὸν δαπανήσωσι, καὶ πονηρίας ἐφόδιον γένηται· ἀλλ' ὅπως αὐτὸν εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ αὐτοί τε ὧν δεῖ μεταλαβόντες, καὶ τοῖς δεομένοις τῶν περιττῶν μεταδιδόντες, σωφροσύνης αὐτὸν καὶ δικαιοσύνης ἀποφήνωσιν ὕλην. Οὐ μόνον δὲ αὐτὸς ὁ τῶν ὅλων Θεὸς οὕτω ταῦτα διέταξε, καὶ οἱ θεῖοι ἄνδρες, ἑπόμενοι τῷ Δεσπότῃ, τοὺς κειμένους στέργουσιν ὅρους, ἀλλὰ καὶ ὑμεῖς, οἱ τὴν ἐσχάτην ἀχαριστίαν νενοσηκότες, τῶν κακῶς οὕτω τῷ πλούτῳ κεχρημένων κατηγορεῖν εἰώθατε· μᾶλλον δὲ τούτους μὲν ἀξιοῦτε συγγνώμης, τὸν δὲ τῶν ὅλων Πρύτανιν βλασφημεῖτε, ὡς πονηροῖς ἀνθρώποις τοῦ πλούτου δεδωκότα τὴν ἐξουσίαν. Οὐκοῦν καὶ ὑμῖν αὐτοῖς συνδοκεῖ, μὴ τὴν τοιαύτην χλιδὴν εὐπραξίαν ὁρίζεσθαι, ἀλλὰ τὸν δίκαιον καὶ σώφρονα βίον ἐπαίνων ἄξιον εἶναι, καὶ εὐφημίας τῆς ἀνωτάτω, καὶ εἴτ' ἐν πενίᾳ, εἴτ' ἐν περιουσίᾳ φανείη τῶν ἴσων στεφάνων ἀξιοῦν. Ἡγοῦμαι δὲ, ὅτι τοὺς ἐν πενίᾳ τῆς ἀρετῆς ἐπιμελουμένους, ὡς μείζονα καρτερίαν ἐπιδεικνυμένους, διπλοῖς στεφάνοις καὶ ὑμεῖς ταινιώσετε. Ἀλλ' οὐ τοῦτον ἔχουσιν οἱ τὸν Θεὸν θεραπεύειν ἐσπουδακότες μισθὸν, οὐδ' εἰς ταύτην ὁρῶσι τὴν ἀντίδοσιν οἱ περὶ τοὺς θείους νόμους ἐσπουδακότες. Εἶδε γὰρ πολλοὺς πολλάκις καὶ λωβᾶσθαι τῶν ἀνθρώπων ὁ ἔπαινος. Χαυνοῖ γὰρ τὴν προθυμίαν, καὶ τῷ δρόμῳ λυμαίνεται· καὶ ἡγούμενός τις αὐτὸ κατειληφέναι τοῦ δρόμου τὸ τέρμα, τοῦτο γὰρ ὁ ἔπαινος ὑπαινίττεται, παύεται τοῦ τρέχειν, καὶ τὴν νίκην ἀπόλλυσι. Τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου παραδηλῶν, ἔλεγε· «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράττουσιν.»

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
