# De providentia orationes decem 83.729

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.729

τὴν ἐντεῦθεν ἐκδημίαν ἔσεσθαι, καὶ ἐπίστευσαν καὶ ἐδίδαξαν, καὶ τὴν τῆς διδασκαλίας μνήμην διὰ τῶν συγγραμμάτων κατέλιπον. Εἰκὸς τοίνυν καὶ ὑμᾶς, καὶ τῇ φύσει πειθομένους, κἀκεῖνα δεδιδαγμένους, καὶ ὑπὸ τῶν ἀρτίως εἰρημένων συνωθουμένους, συμφῆσαι, καὶ ταῦτα οὕτως ἔχειν ὁμολογῆσαι· μόνων δὲ τῶν ψυχῶν, ἢ ἄνεσιν, ἢ κόλασιν ὑποπτεῦσαι γενήσεσθαι, τὸ δὲ σῶμα οὕτως ἐῤῥίφθαι, τῇ σηπεδόνι παραδεδομένον, ὡς ἄχρηστον παντελῶς καὶ ἄλογον. Καὶ πῶς ἂν ἔχοι λόγον, μετὰ τοῦ σώματος τὴν ψυχὴν ἀγωνισαμένην καὶ νικήσασαν, μόνην στεφανωθῆναι, ἢ τούτου ἐστερημένην, μόνην κολάσει παραδοθῆναι; Εἴποι γὰρ ἂν εἰκότως πρὸς τὸν κριτὴν ἡ κολαζομένη· Οὐ μόνη τοὺς σοὺς, ὦ Δέσποτα, παραβέβηκα νόμους, ἀλλὰ μετὰ τοῦ σώματος εἰς τοὺς τῆς κακίας σκοπέλους ἐξώκειλα· μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνό με εἰς τὸ τῆς ἁμαρτίας παρέσυρε βάραθρον· ὑπὸ τῶν ἐκείνου δελεασθεῖσα ὀμμάτων, εὐνὰς ἀλλοτρίας ἐσύλησα, ὥραν περιειργασάμην ἑτέρῳ προσήκουσαν· κτημάτων καὶ χρημάτων ἐπεθύμησα, τούτων με βλέπειν ἀναγκαζόντων· ἐντεῦθεν εἰς τὸν τῆς ἀδικίας ἐξέπεσα βυθόν· τὰ γὰρ τούτου με κατεδούλωσε πάθη, καὶ ἣν ἔδωκας ἐλευθερίαν ἀφείλοντο· θεραπεύειν γὰρ ἠναγκαζόμην ὡς ὁμοφυὲς καὶ ὁμόδουλον, καὶ ταῖς τούτου χρείαις ὑπηρετεῖν. Ἡ γαστὴρ πρὸς γαστριμαργίαν κατήπειγεν, ἡ δὲ γαστριμαργία τὴν ἀδδηφαγίαν εἰργάζετο, ἡ δὲ ἀδδηφαγία τὰς τῆς ἀδικίας ὤδινεν ἐπινοίας. Δυσχεραίνουσα πολλάκις ταῖς τῆς σαρκὸς ἀνάγκαις ὑπήκουσα, καὶ ἀδημονοῦσα καὶ λίαν ἀλγοῦσα τὰς ταύτης ἐπιθυμίας θεραπεύειν ἠναγκαζόμην. Καὶ πολλάκις μὲν ἀντέσχον, καὶ τὰς ἐκεῖθεν προσβολὰς γενναίως ἀπεκρουσάμην· ἡ δὲ τοῦ πολέμου συχνότης κατηγωνίσατό μου πολλάκις, καὶ ἑάλων ἡ ταλαίπωρος ἀδελφῇ πειθομένη, καὶ τοῦτο κατατρύχουσα ἠνιώμην. Ἐγὼ γὰρ πάλιν τὴν ὀδύνην ὑπεδεχόμην, καὶ τρέφουσα ἐπεβουλευόμην· τὰ γὰρ ἐντεῦθεν σκιρτήματα πάλιν ὑπεδεχόμην, καὶ τὸ πρακτέον ἠγνόουν· ἥ τε γὰρ ταλαιπωρία τούτου πολλήν μοι τὴν ἀνίαν εἰργάσατο, καὶ ἡ θεραπεία σφοδροτέραν ἀπετέλει τὴν μάχην, καὶ τὴν παράταξιν ἀνεῤῥίπιζε. Μὴ τοίνυν με μόνην, ὦ Δέσποτα, παραδῷς τιμωρίᾳ, ἀλλ' ἢ μετ' ἐκείνου τῶν δυσχερῶν ἐλευθέρωσον, ἢ κἀκεῖνο σὺν ἐμοὶ τῇ κολάσει παράπεμψον. Εἴποι δ' ἂν καὶ τὸ σῶμα, τὸ καλῶς τοῖς τῆς ψυχῆς ὑπηρετῆσαν βουλεύμασιν, ὁμοίως πρὸς τὸν δίκαιον κριτὴν, εἴ τινος μεταλάβοι φωνῆς· Εὐθύς με δημιουργήσας, ὦ Δέσποτα, τὴν ψυχὴν ἐνεφύσησας· εἰ δὲ δεῖ τῇ ἀρχῇ πᾶσαν τῆς φύσεως τὴν ὁδὸν τεκμηριῶσαι, πρότερον ἐγὼ τῆς δημιουργίας ἀπήλαυσα, εἶθ' οὕτως τὴν ζωτικήν μοι τῆς ψυχῆς ἐνέθηκας δύναμιν. Ἀπήλαυσα καὶ τῆς ἐν παραδείσῳ διαίτης μετ' αὐτῆς ἐγώ· κοινῇ τὸν τῆς κυήσεως ἐν τῇ μήτρᾳ συνδιηγάγομεν χρόνον. Κοινῇ τῶν ὠδίνων λυθέντων εἰς τόνδε τὸν βίον ἐξεληλύθαμεν, καὶ τοῦδε τοῦ φωτὸς

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
