# De providentia orationes decem 83.732

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.732

ἀπηλαύσαμεν, καὶ τοῦ ἀέρος τὴν χρείαν ἐσπάσαμεν· κοινῇ τὸν βίον ὡδεύσαμεν. Οὐδὲν αὐτὴ καθ' αὑτὴν τῶν ἀγαθῶν εἰργάσατο πώποτε, ἀλλ' ἐμοὶ τῇ σαρκὶ συνεργῷ κεχρημένη, τὸν τῆς ἀρετῆς συνήγαγε πλοῦτον. Ἐγὼ τὰς ἀπὸ νηστείας ἀγρυπνίας τε καὶ χαμευνίας, καὶ τῆς ἄλλης ἁπάσης κακουχίας τηκεδόνας δεχομένη, τὸν ἐντεῦθεν αὐτῇ συνήθροισα πλοῦτον. Ἐγὼ δάκρυον ἐχορήγουν προσευχομένῃ· ἐγὼ τὴν καρδίαν αὐτῇ πρὸς ὑπουργίαν πνεύματος παρειχόμην στένειν ἐπειγομένῃ. Διὰ τῆς ἐμῆς γλώττης ὑμνοῦσά σε διετέλεσε· τοῖς ἐμοῖς χείλεσιν ὀργάνοις κεχρημένη, σοὶ τὰς αἰτήσεις προσέφερε· τὰς ἐμὰς χεῖρας εἰς οὐρανὸν ἐκτείνουσα, τῆς σῆς φιλανθρωπίας ἐδρέπετο τοὺς καρπούς· ἐπὶ τῶν ἐμῶν φερομένη ποδῶν, ἔτρεχε πρὸς τοὺς ἱερούς σου σηκούς. Ἐγὼ παρεῖχον αὐτῇ τὰς ἀκοὰς, εἰς τὴν τῶν σῶν λογίων ὑποδοχήν· τοῖς ἐμοῖς ὀφθαλμοῖς κεχρημένη, ἥλιον ὁρῶσα καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θάλασσαν, καὶ πᾶσαν τὴν ὁρωμένην κτίσιν, πρὸς τὴν σὴν θεωρίαν ἐποδηγεῖτο, καὶ ἐκ τοῦ μεγέθους καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων, σὲ τὸν Δημιουργὸν ἐφαντάζετο. Διὰ τῶν ἐμῶν ὀφθαλμῶν, τὸν ἐν τοῖς Γράμμασι κεκρυμμένον ἐλῄστευσε θησαυρόν. Τοῖς ἐμοῖς δακτύλοις ὀργάνοις κεχρημένη, τὰς θείας σου διδασκαλίας γράμμασιν ἐνεχάραξε, καὶ ἀθάνατον τὴν τούτων καταλέλοιπε μνήμην. Διὰ τῶν ἐμῶν χειρῶν, τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην εὐκτηρίους οἴκους ἀνέστησεν. Ἐμοὶ συνεργῷ κεχρημένη, τοὺς τῆς ἀγάπης ἐπλήρωσε νόμους· διὰ τῶν ἐμῶν χειρῶν, τῶν ἁγίων τοὺς πόδας ἔνιψε· διὰ τῶν ἐμῶν χειρῶν θλιβομένοις ἐπήρκεσε, τὰ πεπονηκότα σώματα θεραπείας ἠξίωσε. Μὴ τοίνυν με, Δέσποτα, χωρίσῃς ὁμόζυγος ἄνωθεν συζευχθείσης μοι, μηδὲ διαζεύξῃς συζυγίαν, οὐχ ἁπλῶς οὕτως ἐκ τοῦ συμβάντος γεγενημένην, ἄνωθεν δὲ ὑπὸ τῆς σῆς κληρωθεῖσαν δημιουργίας· ἀλλ' ἕνα στέφανον τοῖς ἕνα δρόμον δεδραμηκόσιν ἀπόδος· τοῦτο γὰρ τῆς σῆς ἰσότητος ἴδιον· τοῦτο πρέπει τῇ δικαίᾳ σου ψήφῳ. Ταῦτα ἂν εἴποι καὶ τὸ σῶμα, τὸ καλῶς τῇ ψυχῇ συναγωνισάμενον, εἴ τινος μεταλάβοι φωνῆς. Ἀλλ' οὔτε τὸ σῶμα ταῦτα ἐρεῖ, οὔτε ἐκείνη ἡ παρανομίᾳ συνεζηκυῖα ψυχή. Οὐ δεῖται γὰρ ἱκετείας τοιαύτης ὁ κριτής· ἀλλ' ὥσπερ ἰθύνει σοφῶς, οὕτω δικάζει δικαίως· καὶ τὰ σώματα ταῖς ψυχαῖς ἀποδιδοὺς, οὕτως ἀπονέμει τὰ πρὸς ἀξίαν ἁπάσαις. Πῶς γὰρ οὐκ ἄτοπον, ἀριστέα μὲν ἐν παρατάξει νίκην νενικηκότα τινὰ, εἰκόνι παρὰ τῶν ὁμοφύλων τιμώμενον, μετὰ τῆς σκευῆς ἐκείνης, ᾗ χρώμενος τοὺς πολεμίους ἐτρέψατο, ἢ γράφεσθαι, ἢ πλάττεσθαι, ἢ διαγλύφεσθαι, εἴτε λίθος, εἴτε χαλκὸς εἴη, εἴτε σανὶς, τῆς εἰκόνος ἡ ὕλη· καὶ εἰ μὲν τόξοις κεχρημένος ἐνίκησε, μετὰ τῶν τόξων αὐτῶν ἐκτυποῦσθαι· εἰ δὲ αἰχμῇ, καὶ κράνει, καὶ ἀσπίδι, μετὰ ταύτης αὖ πά-

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
