# De providentia orationes decem 83.737

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.737

νύμενα καὶ σηπόμενα, ἔπειτα τῷ θείῳ βουλήματι, καὶ ῥίζας κάτω γεννῶντα, καὶ βλαστοὺς ἄνω φύοντα, καὶ ἡβῶντα, καὶ εἰς ὕψος αἰρόμενα, καὶ βρίθοντα τῷ καρπῷ, καὶ τῶν ταφέντων κλημάτων εὐπρεπέστερα τὰ τεχθέντα γινόμενα. Καὶ τί λέγω κλήματα, καὶ δένδρα, καὶ σπέρματα; Ἐλθέ μοι παρ' αὐτὸ τὸ τῆς σῆς φύσεως ἐργαστήριον. Βλέπε τῆς σῆς διαπλάσεως τὰς ὕλας, πῶς εὐτελεῖς, καὶ μικραὶ, καὶ κορύζης οὐδὲν διαφέρουσαι. Ἀλλ' ὅμως τὸ εὐτελὲς ἐκεῖνο, καὶ σμικρὸν, καὶ ἄψυχον, καὶ ἄπνουν, καὶ παντελῶς ἀναίσθητον, Θεοῦ νεύσαντος, ἄνθρωπος γίνεται, καὶ ἓν ἔχον εἶδος, εἰς μυρίας ἰδέας μεταποιεῖται, τὰς μὲν στεγανὰς καὶ ἀντιτύπους, τὰς δὲ εὐείκτους καὶ μαλακὰς, καὶ τὰς μὲν μανὰς καὶ πολυπόρους, τὰς δὲ συχνὰς καὶ πυκνὰς, καὶ τὰς μὲν παχείας καὶ λείους, τὰς δὲ λεπτὰς καὶ ἠτρίους καὶ ὑμενώδεις, καὶ τὰς μὲν αὐλοειδεῖς καὶ σηραγγώδεις, τὰς δὲ ναστὰς καὶ οὐδὲν σηραγγῶδες ἐχούσας. Καὶ ἔστιν ἰδεῖν ἀπὸ τῆς βραχείας ἐκείνης ὕλης γινομένους καὶ αἵματος ὀχετοὺς, καὶ πνεύματος ἀγωγοὺς, καὶ συνδέσμους στεγανοὺς, καὶ σαρκῶν μαλακότητα, καὶ ὀστῶν στεῤῥότητα, καὶ ὀφθαλμῶν λαμπρότητα, καὶ κόρης καθαρότητα, καὶ παρειᾶς λειότητα, καὶ τριχῶν λεπτότητα, καὶ τἄλλα μυρία ὅσα σῶμα τὸ ἀνθρώπειον ἔχει γένος· ὧν τὴν χρείαν καὶ τὴν ἐνέργειαν, πολλοὶ μὲν τῶν περὶ ταῦτα δεινῶν διεξελθεῖν ἐπειράθησαν, ἡττηθέντες δὲ τῆς τοῦ Δημιουργοῦ σοφίας, εἰς ὑμνῳδίαν τὸν λόγον ἐπέραναν· καὶ ταῦτα οὐδὲ τῆς ἡμετέρας ὄντες αὐλῆς, ἀλλὰ τῶν ἔξω πλανωμένων προβάτων. Ἀλλ' ὅμως τὴν ἀγαθὴν πόαν νεμόμενοι, καὶ ὑπὸ τῆς φύσεως μόνης κινούμενοι καὶ παιδαγωγούμενοι, τὸν ποιμένα καὶ κηδεμόνα καὶ Ποιητὴν τοῦ παντὸς, ὡς ἐχώρησαν, ὕμνησαν. Σὺ δὲ πρὸς τῇ φύσει καὶ νόμον ἔχων διδάσκαλον, καὶ προφήτας τὰ θεῖα παιδεύοντας, καὶ τῶν ἀποστόλων τὸν χορὸν, περί τε τῶν ὄντων διδάσκοντα, καὶ περὶ τῶν μελλόντων κηρύττοντα, δέξαι πανταχόθεν τῆς ὠφελείας τὸν ἔρανον. Ἀπόχρη δὲ καὶ μόνη τῶν ἐμβρύων ἡ φύσις, καὶ ἡ πρώτη τῶν ἀνθρώπων διάπλασις, ὑποδεῖξαί σοι τὴν τῶν κειμένων σωμάτων ἀνάστασιν. Πίστευσον εἶναι γαστέρα μητρῴαν τὴν γῆν, μήτραν τὸν τάφον, σπέρμα δὲ τῆς φύσεως τὸ βραχύτατον ἐκεῖνο καὶ χνοῶδες τοῦ σώματος λείψανον, ὃ καὶ παντάπασιν ὂν ἀφανὲς πᾶσιν ἀνθρώποις, θεωρητόν ἐστι τῷ Θεῷ, καὶ τὸν ὀφθαλμὸν ἐκεῖνον οὐδεὶς πέφευγεν. «Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.» Καὶ, «Αὐτὸς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν πᾶσαν δρακί.» Καὶ ῥᾴδιον αὐτῷ θεάσασθαι τὰ ἐν τῇ χειρί· Καὶ γὰρ καὶ σοὶ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
