Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.740
Not analysed yet
τοῦτο λίαν εὐπετές· κἂν ἀναμίξαι θελήσῃς κέγχρον καὶ φακὸν, καὶ πυροὺς καὶ κριθὰς, πάλιν αὐτὰ διακρίνεις εὐμαρῶς, ὥσπερ ἐθέλεις. Εἰ τοίνυν ἐν τῇ χειρὶ τοῦ Θεοῦ τὰ πέρατα τῆς γῆς, ῥᾷστον αὐτῷ κομιδῇ, καὶ τὰ παντελῶς ἀναμιγέντα εὐκρινῆ καταστῆσαι. Πίστευσον τοίνυν μήτραν εἶναι τὸν τάφον, σπέρμα δὲ τὸ ἀποκείμενον λείψανον, πλάστην δὲ τὸν Πλάστην, ὠδῖνας δὲ τὴν ἐσχάτην τοῦ βίου ἡμέραν, καὶ τὴν φοβερὰν τοῦ ἀρχαγγέλου φωνήν. «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Τότε τῶν βεβιωμένων τὰς εὐθύνας εἰσπραχθησόμεθα· τότε τῶν καλῶς ἡμῖν ἢ κακῶς εἰργασμένων τὸν λόγον ἀποδώσομεν· τότε τὰ κεκρυμμένα τῆς διανοίας ἡμῶν βουλεύματα δῆλα πᾶσι γενήσεται· τότε πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δείσαντες, ὦ ἄνθρωποι, ἀπόθεσθε τὴν κατὰ τῆς Προνοίας ἀπέχθειαν· φύγετε τὴν πονηρὰν ταύτην δυσμένειαν· παύσασθε βλασφημίας ἀπολογίας ἐστερημένης. Σπείσασθε πρὸς τὸν Πεποιηκότα φιλίαν, ἵν' ὡς φίλους ἡμᾶς κυβερνήσῃ, καὶ μὴ ὡς πολεμίους ἔξω βάλῃ τοῦ σκάφους. Ὑμνήσατε τὰ τῆς Προνοίας πηδάλια, ἵν' ὑπὸ τούτων κυβερνώμενοι, τοῦ παρόντος βίου τὰ κύματα διαφύγητε, καὶ τῶν λιμένων ἐκείνων τῶν ἀπηνέμων ἀπολαύσητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ιʹ. Ὅτι ἄνωθεν ὁ Θεὸς οὐκ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἁπάντων ἀνθρώπων κηδόμενος διετέλεσε· καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως. Ἄπλωτον μὲν εὖ οἶδα σαφῶς τῆς θείας σοφίας καὶ Προμηθείας τὸ πέλαγος. Καὶ μέμνημαί γε τοῦ θειοτάτου Προφήτου βοῶντος· «Τὰ κρίματά σου ἄβυσσος πολλή.» Μέμνημαι δὲ καὶ τοῦ μεγάλου κήρυκος τῆς ἀληθείας, τοῦ θεσπεσίου Παύλου, τοιαύτην πάλιν ῥήξαντος φωνήν· «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. «Οὐ τοίνυν ἀνοήτως τῶν ἀνεφίκτων κατατολμῶμεν, ἀλλ' εἰς δύναμιν τὰ θεῖα θαυμάζομεν, καὶ ὅσον χωροῦμεν, ὑμνοῦμεν. Ἴσμεν γὰρ καὶ τοὺς τὸν ἥλιον πλέον ἢ δεῖ κατιδεῖν φιλονεικοῦντας, οὔτε ὧν ποθοῦσιν ἀπολαύοντας, καὶ τὴν ὄψιν λυμαινομένους, καὶ οὐ μόνον φῶς ἐκεῖθεν οὐχ ἕλκοντας, ἀλλὰ καὶ σκότος ἐπισπωμένους. Ταὐτὸ δὲ τοῦτο καὶ τὸν νοῦν τὸν ἀνθρώπινον ἔστιν ἰδεῖν ὑπομένοντα. Ἐρευνῆσαι γὰρ πολλάκις ὑπὸ ἀβελτηρίας φιλονεικῶν, τί τὸ τὴν γῆν ὑπερεῖδον, καὶ τίς αὖ πάλιν ἡ ἐκείνου κρηπὶς, καὶ ἐπὶ τίνος αὖθις κἀκεῖνο φέρεται, ἢ ποῖα τὰ ἄνω τῶν οὐρανῶν, τί δὲ τὰ ἔξω τοῦ σύμπαντος κόσμου, οὐ μόνον οὐδὲν εὑρίσκει τῶν ζητουμένων, ἀλλὰ καὶ