# De providentia orationes decem 83.741

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.741

ζόφου πολλοῦ καὶ ἀπορίας ἀναπλησθεὶς ἐπανέρχεται. Ταύτην εἰδὼς τοῦ νοῦ τὴν ἀσθένειαν ὁ μακάριος Παῦλος παρεγγυᾷ λέγων «Εἰ δέ τις δοκεῖ ἐγνωκέναι τι, οὐδέπω οὐδὲν ἔγνω καθὼς δεῖ γνῶναι.» Καὶ πάλιν· «Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται.» Καὶ ἑτέρωθι· «Ἄρτι βλέπω ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.» Καὶ αὖθις· «Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.» Ταῦτα δὲ πάντα διέξεισιν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, πεῖσαι βουλόμενος ἅπαντας, καὶ χαλινοῦν τοῦ νοῦ τὴν ἀπληστίαν, ἵνα μὴ τῶν ἀδυνάτων κατατολμᾷ, καὶ ἀναμένειν τὴν ἐσομένην ἐν τῷ μέλλοντι βίῳ τῶν πραγμάτων ἀκριβῆ κατανόησιν. Διὰ τοῦτο νηπιώδη καλεῖ τὴν νῦν ἡμῖν δεδομένην γνῶσιν. Καὶ τῇ μὲν νομικῇ διδασκαλίᾳ ταύτην παραβάλλων, τελείαν αὐτὴν ὀνομάζει· τῷ δὲ ἀπαθεῖ βίῳ καὶ ἀθανάτῳ συγκρίνων, μειρακιώδη προσαγορεύει. Καὶ τοῦτο δὲ τῆς θείας Προμηθείας τεκμήριον. Ὁ γὰρ σοφῶς ἅπαντα πρυτανεύων, εἰδὼς ἡμῶν τῆς ἀλαζονείας τὸ φύσημα, οὐδὲ τοῖς ἁγίοις ἀκριβῆ δέδωκεν τῶν θείων τὴν γνῶσιν. Φυσιοῖ γὰρ ἡ γνῶσις, ὡς μακαρίῳ Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ. Ἀλλ' ἆθλον αὐτὴν προτέθεικεν ἀρετῆς, ἵνα κατὰ τὸν παρόντα βίον καλῶς ἀγωνισάμενοι, καὶ τὰ πάθη παντελῶς ἀποδυσάμενοι, καὶ φθορᾶς καὶ παθῶν ἐλεύθερον ἐνδυσάμενοι τὸ σῶμα, τηνικαῦτα τελείαν τὴν γνῶσιν ὑποδεξώμεθα· οὐδεμίαν λοιπὸν, ἅτε δὴ παθῶν ἀπηλλαγμένοι, καὶ τῶν ἀγώνων ἔξω γινόμενοι, δεχόμενοι τὴν βλάβην. Μὴ τοίνυν τῶν ἀνεφίκτων κατατολμήσωμεν, ἀλλ' οἷς εἰλήφαμεν στέρξωμεν, καὶ ὡς χωροῦμεν, τὸν ἀγαθὸν ἡμῶν Δεσπότην ὑμνήσωμεν, καὶ οἷς ἔχομεν, τὸν εὐεργέτην αἰνέσωμεν. Ὁρῶμεν ἄνδρας ἀρετῆς ἐργάτας ἐν εὐκλείᾳ ζῶντας καὶ τιμῇ καὶ θεραπείᾳ; Προσκυνήσωμεν τὸν τῆς ἀρετῆς νομοθέτην, καὶ ἀγωνοθέτην, ὀρθῶς αὐτὴν καὶ δικαίως ἀνακηρύττοντα. Θεωροῦμεν ἄλλους, τὸν αὐτὸν μὲν βίον προαιρουμένους, οὐ τῶν αὐτῶν δὲ παρὰ ἀνθρώποις ἀπολαύοντας; Μὴ δυσχεράνωμεν, ὦ φιλότης, ἀλλὰ πιστεύσωμεν αὐτοὺς μὲν καλῶς ἀγωνίζεσθαι τῆς καρτερίας τὸν ἆθλον, ἀνακηρύττεσθαι δὲ διὰ τούτου εἰς τὸν προσδοκώμενον βίον, ὡς ἐν τῷ πρὸ τοῦδε διεξεληλύθαμεν λόγῳ· καὶ μὴ βλασφήμους κατὰ τῆς Προνοίας ἀκοντίσωμεν λόγους. Ἄτοπον γὰρ, καὶ πολλῆς

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
