# De providentia orationes decem 83.744

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.744

γέμον ἀβελτηρίας, μᾶλλον δὲ μανίας ἐσχάτης, αὐτοὺς μὲν ἐκείνους διὰ τρικυμιῶν πλέοντας, καὶ ὑπὸ καταιγίδων βαλλομένους, καὶ μετὰ πολλῆς δυσκληρίας τὸν βίον ὁδεύοντας, τὸν κυβερνήτην ὑμνεῖν· τοὺς δὲ ἔξω βελῶν, τὸ δὲ λεγόμενον, καθημένους, καὶ θεατὰς μᾶλλον ἢ ἀγωνιστὰς γενομένους, τὸν ἀγωνοθέτην λόγοις βάλλειν βλασφήμοις, ἐπειδὴ τοῖς ἔργοις οὐ δύνανται. Ὅτι δὲ τῆς εὐσεβείας οἱ τρόφιμοι, οὐκ ἐξ οὐρίων μόνον φερόμενοι, ἀλλὰ καὶ κλύδωνι καὶ χειμῶνι παλαίοντες, τὸν τῶν ὅλων ὑμνοῦσι Θεὸν, ἔστιν ἀκοῦσαι τοῦ μακαρίου βοῶντος Δαβὶδ, ἀνδρὸς ἐν πολέμοις τὸν βίον ἅπαντα καταναλώσαντος, καὶ μυρίαις ὅσαις προσπαλαίσαντος συμφοραῖς· «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;» Ἔστι δὲ ἀκοῦσαι καὶ τοῦ θεσπεσίου Δανιὴλ, καὶ τῶν ἁγίων ἐκείνων μειρακίων, ἐν αὐτῇ τῇ τῶν δεινῶν ἐκείνων προσβολῇ τὸν Θεὸν ἀνυμνούντων, καὶ τῶν ἁμαρτημάτων, ὧν οὐκ ἦσαν ἐργάται, τὴν μνήμην εἰς μέσον φερόντων, καὶ δίκας τίνειν ὑπὲρ ὧν ἐπλημμέλησαν ὁμολογούντων, ἀλλὰ οὐ στεφάνων σφᾶς αὐτοὺς ἀξίους εἶναι λεγόντων, οὐδὲ δυσχεραινόντων τὰ τῆς δίκης ζυγά. Λιμῷ πιεζόμενος ὁ μέγας Ἀβραὰμ ὁ πατριάρχης, ὁ τὰς ὑποσχέσεις ἐκείνας θεόθεν δεξάμενος, ἔφερε γενναίως τὴν τοῦ λιμοῦ προσβολήν. Δὶς τῆς ὁμόζυγος στερηθεὶς, καὶ παρὰ βαρβάροις ἀνθρώποις ταύτην ὁρῶν, χάριν τῷ καλέσαντι ὁμολογῶν διετέλεσε, καὶ τῶν ὑποσχέσεων ἀναμένων τὸ τέλος, ἀσμένως ὑπερέπλεε τῶν κυμάτων. Καὶ τίς ἂν ἐφίκοιτο λόγος τῆς τούτου μεγαλοψυχίας; Τίς δὲ αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πρὸς ἀξίαν θαυμάσειε; Τοῖς φιλομαθέσι τοίνυν καταλιπὼν τὴν τῆς ἱστορίας ἀνάγνωσιν, καὶ καταμαθεῖν ἀκριβῶς τὴν τούτου καὶ τὴν ἐκ τούτου ἀνδρίαν, καὶ καρτερίαν, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, φιλοπονίαν τε καὶ φιλοθεΐαν, καὶ ἁπαξαπλῶς τὸ ὕψος τῆς ἀρετῆς, ἐπὶ τοὺς τῆς Νέας Διαθήκης βαδιοῦμαι τῷ λόγῳ. Βλέπε τοίνυν τὸν Πέτρον καὶ Ἰωάννην, τοὺς πύργους τῆς εὐσεβείας, τοὺς στύλους τῆς ἀληθείας, τοὺς τῆς Ἐκκλησίας τὴν οἰκοδομὴν ὑπερείδοντας, ὑπὸ μὲν Ἰουδαίων μαστιγουμένους, χαίροντας δὲ καὶ γεγηθότας, «Ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.» Ὁ γὰρ ταῦτα συγγεγραφὼς, εἰρηκὼς ὅτι ῥάβδοις ᾐκίσθησαν, οὐκ ἔφη καρτερῶς αὐτοὺς φέρειν καὶ γενναίως τὰς μάστιγας, ἀλλὰ χαίροντας ἐξεληλυθέναι, καὶ γαννυμένους. Διαφορὰν δὲ πολλὴν ἔχει τὸ χαίρειν πρὸς τὸ φέρειν. Φέρει μὲν γάρ τις πολλάκις τὴν τῶν ἀνιαρῶν προσβολὴν, ἀλλ' ὀδυνώμενος καὶ ἀνιώμενος· ὁ δὲ χαίρων κηρύττει τὴν τῆς ψυχῆς θυμηδίαν. Οὕτω καὶ ὁ μακάριος Παῦλος ἐβόα, ἡ μεγίστη τοῦ κηρύγματος σάλπιγξ· «Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
