# De providentia orationes decem 83.768

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.768

τὸν ὑπ' ἐκείνων ὡς Θεὸν προσκυνούμενον (εἴδωλον δὲ ἦν τοῦτο ἄφωνον καὶ ἀναίσθητον) πεσεῖν πρὸ τῆς κιβωτοῦ, καὶ τὸ τῶν προσκυνούντων ἐπιδεῖξαι σχῆμα παρασκευάζει, ἵνα μάθωσιν οἱ Ἀλλόφυλοι τὸ διάφορον. Οἱ δὲ πάλιν μὲν ἀνοήτως ἀνορθοῦσι, πάλιν δὲ ὁρῶσι καταπεπτωκότα καὶ προσκυνοῦντα. Εἶτα πολλὴν ἄγοντες ἀβελτηρίαν, καὶ τὸ διάφορον ὁρᾷν οὐκ ἐθέλοντες, τῇ πείρᾳ σωφρονεῖν ἐδιδάχθησαν, καὶ παιδευθέντες ἀνένηψαν, καὶ τῆς ἀγνοίας τὴν μέθην ἐξέβαλον, καὶ πέμπουσιν ὡς ἔδει τὴν κιβωτὸν τοῖς οἰκείοις θεραπευταῖς, καὶ ἀναθήμασι τετιμηκότες τὰς παιδείας κηρύττουσι, καὶ τοὺς ὑποδεχομένους αὐτὴν διδάσκουσι τῆς ἐπανόδου τὸν τρόπον. Τοῦτο καὶ ἐπὶ τοῦ Βαλτάσαρ πεποίηκεν ὁ Θεός. Ἐπειδὴ γὰρ εἰς πολλὴν ἀσέβειαν ἐξωκείλαντα τὸν λαὸν, δορυάλωτον ἔπεμψεν εἰς Βαβυλῶνα, καὶ τὰ ἱερὰ σκεύη λάφυρα τῶν πολεμίων ἐγένετο, ὁ μὲν Ναβουχοδονόσορ, ἅτε δὴ θεῖα, τῆς κοινῆς αὐτὰ πόῤῥω πεποίηκε χρήσεως, εἰς δὲ τοὺς νεὼς τῶν νομιζομένων ὑπ' αὐτῶν θεῶν εἰσκεκόμικεν. Ὁ δὲ ἐκείνου παῖς, Βαλτάσαρ φημὶ, ταῖς πατρῴαις οὐ παιδευθεὶς συμφοραῖς, οὐδὲ σκοπήσας ὁποίας ἐκεῖνος δίκας τῆς ἀλαζονείας ἐξέτισε, καὶ ταῦτα ὡς ἐνόμισε τὰ θεῖα σκεύη τετιμηκὼς, φέρει μὲν εἰς μέσον τὰ ἅπαξ ἀφιερωθέντα Θεῷ, πίνει δὲ ἀπὸ τούτων ὁ ἀλιτήριος, προσφέρει δὲ καὶ τοῖς συμπόταις τὰ ἄψαυστα. Ἀλλὰ τούτων γινομένων, κατὰ τοῦ ἀλάστορος ἐξεφέρετο ψῆφος, καὶ χεὶρ ἀφανοῦς τινος ἐνέγραφε τῷ τοίχῳ τοῦ Θεοῦ τὴν ἀπόφασιν. Καὶ ὁ μὲν ἀπορίᾳ κατείχετο, οὔτε ἀναγινώσκειν οὔτε γινώσκειν δυνάμενος τῶν γεγραμμένων τὴν δύναμιν. Ἡ δὲ μήτηρ τὸν πολλάκις τῷ πατρὶ τοιαύτας ἀπορίας διαλύσαντα ἦγεν εἰς μέσον τὸν Δανιήλ. Ὁ δὲ ἀνεγίνωσκέ τε καὶ ἡρμήνευε, καὶ τῆς τιμωρίας τὴν αἰτίαν ἐδίδασκε, λέγων, ὡς Ἡμεῖς δίκας ἁμαρτημάτων τίνοντες δορυάλωτοι γεγενήμεθα· καὶ ταῦτα δὲ τὰ σκεύη, ἅτε δὴ παρ' ἡμῶν ἀνατεθέντα, τῷ ἐξανδραποδίσαντι παρέδωκεν ὁ Θεὸς, διδάσκων ἡμᾶς, ὡς οὐ δεόμενος τούτων θυόντων ἠνείχετο. Ἀλλὰ μέχρι μὲν ηὐσεβοῦμεν, ἐδέχετο ταῦτα παρ' ἡμῶν προσφερόμενα, θεραπεύειν ἡμᾶς ἐθέλων· ἡνίκα δὲ εἰς ἀσέβειαν ἐξωκείλαμεν, καὶ τὰ προσενεχθέντα παρ' ἡμῶν ἀπέῤῥιψε δῶρα. Ἀλλὰ ταῦτα μὲν οὕτω πως ὁ σὸς πατὴρ παιδευθεὶς, ἐτίμησεν ὡς ἐνόμισεν, ἀνθρωπείας μὲν αὐτὰ χρείας πόῤῥω πεποιηκὼς, τοῖς δὲ νομιζομένοις ἀναθεὶς θεοῖς. Σὺ δὲ οὐδὲ τὴν ὑπ' ἐκείνου γεγενημένην λογισάμενος τιμὴν, εἰς τὸ τῆς ἀλαζονείας ἐξέπεσας βάραθρον, καὶ τοῖς ἱεροῖς ἐνετρύφας ἐκπώμασι. Τούτου χάριν ὁ τούτων διδάσκει Δεσπότης οἷον τῆς ἀλαζονείας τὸ τέλος, οὐ τῶν ἀψύχων κηδόμενος, ἀλλὰ τῶν ἀνθρώπων προμηθούμενος, καὶ διὰ τῆς σῆς τιμωρίας πολλοῖς ἀνθρώποις εὐταξίας ὑπόθεσιν προτιθείς. Ταῦτα ὁ μὲν ἔλεγεν, ὁ δὲ νύκτωρ τὴν τιμωρίαν ἐδέχετο. Ἄθρει τοιγαροῦν, ὅπως ἁπάντων ἀνθρώπων

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
