Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.769
Not analysed yet
ἀεὶ προὐνόησε τῶν ὅλων ὁ Ποιητὴς, καὶ οὐ μόνον τῶν ἐξ Ἀβραὰμ καταγόντων τὸ γένος, ἀλλὰ πάντων τῶν ἐξ Ἀδάμ· καὶ διὰ τοῦ ἑνὸς ἔθνους, ἅπαντα ἐποδήγει πρὸς θεογνωσίαν τὰ ἔθνη. Καὶ οὐ μόνον ἡνίκα ηὐσέβει, τὴν διὰ τούτων διδασκαλίαν πᾶσιν ἀνθρώποις προσέφερε, ἀλλὰ καὶ ὅτε τῆς παρανομίας εἰσεπράττετο δίκας. Ἀμέλει τὸν Ναβουχοδονόσορ ἐκεῖνον, τὸν ἀλαζόνα, τὸν τύραννον, τὸν τὴν εἰκόνα τὴν χρυσῆν ἀνορθώσαντα, τὸν προσκυνῆσαι ταύτην πάντας κελεύσαντα, τὸν εἰπόντα· «Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἐπάνω τῶν νεφελῶν ἀναβήσομαι, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, καὶ καταλήψομαι τῇ χειρὶ τὴν οἰκουμένην ὅλην ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ·» οὐ δι' ἀγγέλων ὁ τῶν ὅλων Θεὸς ἐπαίδευσε σωφρονεῖν, ἀλλὰ διὰ τῶν ὑπ' αὐτοῦ δορυαλώτων γεγενημένων. Ὡς γὰρ εἶδεν ἐκεῖνος τὰ τρία μειράκια, τὴν μὲν βασιλικὴν νομοθεσίαν μὴ τελέσαντα, τῆς δὲ φοβερᾶς ἐκείνης πυρᾶς ὡς ἀθυρμάτων καταφρονήσαντα, καὶ ἐπὶ τῶν ἀνθράκων ἐκείνων ὡς ἐπὶ ῥόδων βαδίζοντα, καὶ τοὺς τοιαύτῃ φλογὶ παραδεδομένους τὸν Θεὸν ἀνυμνοῦντας, ἐκπλήττεται μὲν τὸ θαῦμα, καταπλήττεται δὲ τὸν τοῦ θαύματος ποιητὴν, κελεύει δὲ πᾶσι τὸν τούτων Θεὸν προσκυνεῖν, καὶ ὕψιστον αὐτὸν ὀνομάζει, καὶ τῶν ἁπάντων Θεὸν καὶ βασιλέα καλεῖ. Οὕτω τὸν Ἀσσύριον ἐκεῖνον κατ' αὐτοῦ λυττήσαντα, καὶ τοῖς μανικοῖς ἐκείνοις χρησάμενον ῥήμασιν· «Ὅτι οὐ μὴ ῥύσηται ὑμᾶς Κύριος ὁ Θεὸς ἐκ χειρός μου, καὶ ποῦ εἰσὶν οἱ θεοὶ τῶν ἐθνῶν;» τὴν οἰκείαν ἀσθένειαν ἐξεπαίδευσε, καὶ μόνον φυγεῖν κατηνάγκασε, τὰς πολλὰς ἐκείνας χιλιάδας, ἐφ' αἷς ἐφρόνει μεγάλα, ἐν βραχείᾳ καιροῦ ῥοπῇ δι' ἑνὸς ἀγγέλου παραπέμψας θανάτῳ. Οὕτω τὸν Ἰωνᾶν Νινευΐταις μετανοίας ἀπέστειλε κήρυκα, καὶ τὸ κελευσθὲν ποιεῖν οὐ βουλόμενον, ἀλλὰ φυγεῖν ἀνοήτως ἐπιχειρήσαντα, δεσμεῖ μὲν τοῖς κύμασι, καθάπερ δέ τινι δεσμωτηρίῳ, παραδίδωσι τῷ κήτει. Τὸ δὲ ἄλογον ἀπήγαγε τὸν λογικὸν, ἔνθα κηρύττειν ἐτάχθη. Ἐπειδὴ δὲ ἔμελλε τὸ μέγα τῆς οἰκονομίας ἐπιτελεῖσθαι μυστήριον, καὶ τὸ διὰ τῆς θείας ἐνανθρωπήσεως εἰς πᾶσαν τὴν οἰκουμένην κατασπείρεσθαι κήρυγμα, τηνικαῦτα λοιπὸν τοῦτο τὸ ἔθνος, ὃ ἐπ' εὐεργεσίᾳ τῶν ἐθνῶν ἁπάντων ἐξ ἀρχῆς ἐξελέξατο, εἰς πᾶσαν κατέσπειρε τὴν οἰκουμένην, ἵν' ἐθίσωσιν ἅπαντες ἀκούειν οἱ τῇ πολυθέῳ κατεχόμενοι πλάνῃ, ὡς εἷς ἐστι Θεὸς, οὐρανοῦ καὶ γῆς ποιητὴς, καὶ ῥᾷον τὸ κήρυγμα ἐντεῦθεν τοῖς θείοις ἀποστόλοις γένηται. Ἀλλ' ἴσως ἄν τις εἴποι, ὡς οὐ μόνον οὐ συνήργησαν Ἰουδαῖοι τῇ περὶ τοῦ Χριστοῦ διδασκαλίᾳ, ἀλλὰ καὶ λίαν ἀντέπραξαν, καὶ τοῖς ἐξ ἐθνῶν πείθεσθαι βουλομένοις ἐμποδὼν ἐγένοντο. Ἀλλ' εἴ τις ἀκριβῶς ἐξετάσαι