# De providentia orationes decem 83.772

Theodoretus, De providentia orationes decem, Volume 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-providentia-orationes-decem/83.772

θελήσειε, καὶ τὴν ἐναντίωσιν Ἰουδαίων σύμμαχον εὑρήσει τῆς τῶν ἐθνῶν πίστεως γινομένην. Ἡ γὰρ πρὸς Ἰουδαίους διάλεξις, καὶ ἡ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν ἀπόδειξις, σαφὴς μὲν ἔλεγχος τῆς τούτων ἀνοίας ἐγίνετο, ὑπεδείκνυε δὲ τοῖς ἐξ ἐθνῶν ἄνωθεν τὴν χριστιανικὴν πολιτείαν κεκηρυγμένην. Καὶ ἡ παρὰ τῶν ἐχθρῶν μαρτυρία ἀξιόπιστον ἐποίει τὸν κηρυττόμενον λόγον. Ἔφερον γὰρ οἱ τοῦδε τοῦ λόγου κήρυκες εἰς μέσον, καὶ Ἀβραὰμ τὸν πατριάρχην, ταύτας τὰς ἐπαγγελίας δεξάμενον, καὶ Ἰσαὰκ τὸν τῆς ἐπαγγελίας καρπὸν, καὶ τὸν Ἰακὼβ ταύτην τὴν εὐλογίαν παρὰ τοῦ πατρὸς κομισάμενον, καὶ τὸν Ἰούδαν, τὸν πατρῷον τῆς εὐλογίας κλῆρον διαδεξάμενον, καὶ τὸν Μωσέα ταῦτα προειρηκότα, καὶ τὸν βασιλέα Δαβὶδ ταῦτα προθεσπίσαντα, καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν ταῦτα προαγορεύσαντας, καὶ Ἰεζεκιὴλ καὶ Δανιὴλ ταῦτα διὰ τοῦ πνεύματος προκηρύξαντας, καὶ ἅπαντα τῶν προφητῶν τὸν χορὸν τὰ ἡμέτερα σαφῶς προμηνύσαντα. Ὁρῶντες δὲ οἱ ἀκούοντες, συνομολογοῦντας μὲν Ἰουδαίους θείας εἶναι ταύτας φωνὰς, βλέποντες δὲ καὶ τὰς ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ τελουμένας εὐεργεσίας, καὶ ἐχέγγυα λαμβάνοντες τῶν λόγων τὰ σημεῖα, ἐδέχοντο μὲν ῥᾳδίως τὸ κήρυγμα, ἐπίστευον δὲ τῷ κηρυττομένῳ Θεῷ, τὴν δὲ Ἰουδαίων ἐβδελύττοντο βδελυρίαν. Οὐκοῦν οὐ μόνον ἐμποδὼν οὐ γέγονεν ἡ Ἰουδαίων ἀπείθεια τῷ θείῳ κηρύγματι, ἀλλὰ καὶ δι' ὧν ἀντιτείνειν ἐπεχείρουν, ἀξιόπιστον τὸν λόγον εἰργάζοντο. Ἡ γὰρ ἀντιλογία τὰς Δεσποτικὰς μαρτυρίας εἰς μέσον ἄγεσθαι κατηνάγκαζεν· ἐκεῖναι δὲ τὸ ψεῦδος διήλεγχον, καὶ τῆς ἀληθείας τὸ φῶς ὑπεδείκνυσαν. Ἄνωθεν τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τὴν τῶν ἀνθρώπων οἰκονομῶν διετέλεσε σωτηρίαν, καὶ ἑκάστῳ καιρῷ τὴν πρόσφορον προσήνεγκε θεραπείαν. Καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος· «Ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, μέχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» Ὅτι δὲ ἐπὶ ταύτην τὴν οἰκονομίαν οὐκ ἐκ μεταμελείας ἐλήλυθεν, ἀλλ' ἄνωθεν οὕτω διέταξεν, ὁ αὐτὸς διδασκέτω μάρτυς, Κορινθίοις ἐπιστέλλων καὶ γράφων· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ

---

Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg032.local001/.
