Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.773
Not analysed yet
ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Οὐ γὰρ ἂν φθονοῦντες τῇ τῶν ἀνθρώπων εὐημερίᾳ, πρόφασιν αὐτοῖς τῆς ἄγαν εὐκληρίας παρέσχον· ἀλλ' ἀγνοοῦντες τοῦ μυστηρίου τὸ τέλος, ἐπεμάνησαν μὲν τῷ Σωτῆρι τῶν ἡμετέρων ψυχῶν, ἄκοντες δὲ τῶν ἄκρων ἀγαθῶν ἡμῖν ἐγένοντο πρόξενοι. Οὐκοῦν ἀπεκρύπτετο μὲν τὸ μυστήριον, πρὸ δὲ τῶν αἰώνων προώριστο. Ταῦτα τοίνυν εἰδότες, καὶ διὰ πάντων τὴν τοῦ Θεοῦ προμήθειαν καταμαθόντες, καὶ τὴν ἀστάθμητον αὐτοῦ φιλανθρωπίαν ὁρῶντες, καὶ τὸν ἀμέτρητον βλέποντες ἔλεον, παύσασθε λυττῶντες κατὰ τοῦ κτίσαντος, μάθετε τὸν εὐεργέτην ὑμνεῖν, λόγοις εὐγνώμοσι τὰς μεγάλας εὐεργεσίας ἀμείψασθε. Θύσατε τῷ Θεῷ θυσίαν αἰνέσεως· μὴ μολύνητε βλασφημίᾳ τὴν γλῶτταν, ὄργανον ὑμνῳδίας ποιήσατε τὴν εἰς τοῦτο γεγενημένην. Τῶν θείων οἰκονομιῶν τὰς μὲν φαινομένας προσκυνεῖτε, τὰς δὲ κεκρυμμένας μὴ πολυπραγμονεῖτε, ἀλλ' ἀναμείνατε τὴν μάθησιν εἰς καιρὸν ἐσομένην. Ὅταν ἀποδυσώμεθα τὰ πάθη, τότε τὴν τελείαν γνῶσιν ληψόμεθα. Μὴ μιμήσησθε τὸν Ἀδὰμ, ὃς τῶν ἀπηγορευμένων καρπῶν κατετόλμησε· μὴ ἅψησθε τῶν κεκρυμμένων, ἀλλὰ τῷ προσήκοντι καιρῷ τὴν τούτων καταλείψατε γνῶσιν. Πείσθητε τῷ σοφῷ λέγοντι· «Μὴ εἴπῃς; Τί τοῦτο; εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν ἐγένετο.» Πανταχόθεν οὖν ὕμνων ἀφορμὰς ἐρανισάμενοι, καὶ μίαν ὑμνῳδίαν κεράσαντες, προσενέγκατε μεθ' ἡμῶν τῷ Ποιητῇ, καὶ ἀγαθοδότῃ, καὶ Σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ Θεῷ ἡμῶν. Αὐτῷ ἡ δόξα, καὶ ἡ προσκύνησις, καὶ μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.