# De sancta trinitate 75.1161.1

Theodoretus, De sancta trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-sancta-trinitate/75.1161.1

ΙΑʹ. Ὅτι οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, καὶ οὐδεὶς οἶδε τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Ἵνα δὲ δείξωμεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα, ἐπ' αὐτὴν ἔλθωμεν τὴν τοῦ Κυρίου διδασκαλίαν· «Οὐδεὶς, φησὶν, οἶδε τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Τί τούτων τῶν ῥημάτων σαφέστερον; Ἴση, φησὶν, ἡμῖν ἡ γνῶσίς ἐστι· γινώσκω γὰρ τὸν Πατέρα, γινωσκόμενος ὑπ' αὐτοῦ· καὶ γινώσκει με ὁ Πατὴρ, καὶ γινωσκόμενος ὑπ' ἐμοῦ. Πᾶσα δὲ ἡ κτίσις τῆς ἡμετέρας ἐκβέβληται γνώσεως. Πῶς γὰρ οἷόν τε τῆς φύσεως ἡμῶν οὐ κοινωνοῦσαν, κοινωνῆσαι τῆς γνώσεως; μεταλαγχάνουσι δέ τινες ὅμως βραχείας τινὸς θεωρίας· ἀποκαλύπτω γὰρ ὡς οἷόν τε οἷς ἂν ἐθέλω τὴν περὶ τοῦ Πατρὸς γνῶσιν, ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι. Ταῦτα ἐκ τῶν Δεσποτικῶν ἐμάθομεν διδαγμάτων· ποίαν ἐνταῦθα χώραν ἔχει τὸ μεῖζον καὶ ἔλαττον; Ποῖον κτίσμα τὸν κτίστην γινώσκει, ὡς ὑπὸ τοῦ κτίστου γινώσκεται; Ποῖον δὲ ποίημα τὴν πρὸς τὸν ποιητὴν ἰσότητα δέχεται; Ἢ οὐκ ἴσμεν ὅπως περὶ τῆς κτίσεως ἡ θεία Γραφὴ διαλέγεται; Ἀναμνησθῶμεν τοίνυν τῶν τοῦ Προφήτου ῥημάτων· «Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Καὶ πάλιν· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.» Αὕτη κτίσεως καὶ κτίστου διαφορά. Ἔνθα τοίνυν ἰσότης, οὐκέτι κτίσμα καὶ κτίστης, ἀλλὰ Πατὴρ καὶ Υἱός· διὸ καὶ ταῦτα τέθεικε τὰ ὀνόματα, ἵνα ἐκ τῶν ὀνομάτων μάθωμεν τὴν ταυτότητα. «Οὐδεὶς γὰρ, φησὶ, γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός.» Τῷ εἰπεῖν «οὐδεὶς,» τὴν κτίσιν ἐδήλωσεν· ἐκβαλομένη δὲ ἡ κτίσις, δείκνυσι τὸν μένοντα τῶν κτισμάτων ὑπέρτερον, τῷ δὲ γεννήσαντι φυσικῶς συνημμένον· «Οὐδεὶς γινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Εἰπάτωσαν οἱ τῆς ἀληθείας ἐχθροὶ, πῶς χρὴ τὴν θείαν ἀναγινώσκειν Γραφὴν, τῷ γράμματι στέργειν, ἢ τὴν ἔννοιαν ἐρευνᾷν. Κἂν μὲν οὖν τὸ δεύτερον εἴπωσι, μαθέτωσαν ἀφ' ὧν λέγουσι, κἀν τοῖς οἰκείοις προβλήμασι τοῦτο ποιεῖν, καὶ τὴν ἀληθῆ τῶν πραγμάτων ζητεῖν ἑρμηνείαν· εἰ δὲ φαῖεν ἀρκεῖν τὸ γράμμα πρὸς ἀκριβῆ διδασκαλίαν, ἐκ τῶν προκειμένων τὴν ἔννοιαν αὐτῶν διελέγξωμαι· εὑρίσκεται γὰρ ἀνέφικτος μὲν ὁ Υἱὸς, ὁ δὲ Πατὴρ ἐφικτός· καὶ ὁ μὲν ἀπερινόητος, ὁ δὲ Πατὴρ θεατός· περὶ μὲν γὰρ ἑαυτοῦ ὁ Δεσπότης Χριστὸς εἰπὼν, ὅτι «Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ,» οὐκ ἐπήγαγε, καὶ ᾧ ἂν βούληται ὁ Πατὴρ ἀποκαλύψαι· εἰρηκὼς δὲ, «Οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς,» Εὐθὺς προσέθηκε, «Καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι·» καὶ οὐ μόνον αὐτὸν θεωρητὸν πεποίη-

---

Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg020.local001/.
