# De sancta trinitate 75.1169

Theodoretus, De sancta trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-sancta-trinitate/75.1169

πρὸς οὓς ἀπέστειλεν, ἔπεμψε τὸν Υἱὸν, οὔτε ὁ Υἱὸς ἐξ ἑτέρου εἰς ἕτερον μεταβέβηκε τόπον· οὐκοῦν λείπεται νοεῖν τῆς ἀναληφθείσης ἀνθρωπότητος τὴν ἀποστολὴν εἶναι. Ἀλλ' ἐπὶ τὴν ἑρμηνείαν τῶν Δεσποτικῶν ῥημάτων ἀναδραμεῖν καιρός. «Ἐν τῷ νόμῳ, φησὶ, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· «εἶτα ἐπάγει, ὅτι «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἀποβλέψαντες τοίνυν τὴν εἰκόνα, νοήσωμεν τὸ ἀρχέτυπον· «Δύο, φησὶν, ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν·» τῶν δὲ δύο ἀνθρώπων ἡ φύσις μία δηλονότι παρὰ πᾶσιν ἂν ὡμολόγηται· οὐκοῦν Πατρὸς καὶ Υἱοῦ ἡ οὐσία μία, μία [ita μία bis] ἐκ τῆς εἰκόνος νοηθήσεταί τε καὶ ὁμολογηθήσεται· ὥσπερ γὰρ ἐκεῖ δύο ἄνθρωποι, οὕτω καὶ ἐνταῦθα Θεὸς καὶ Θεὸς, Πατὴρ καὶ Υἱὸς, καὶ αὐτοῖς τοῖς ὀνόμασι δηλοῦντες τῆς φύσεως τὴν ταυτότητα· οὔτε γὰρ ὁ ἀληθῶς Θεὸς ἑτέρας ἂν εἴη φύσεως παρὰ τὸν ἀληθινῶς Θεόν· οὔτε ὁ Υἱὸς ἄλλος παρ' ἐκεῖνον, Θεοῦ ὑπάρχων Υἱός. Τούτων ἀκούσαντες οἱ Ἰουδαῖοι ἠρώτησαν αὐτόν· «Ποῦ ἔστιν ὁ Πατήρ σου;» Ἀπεκρίθη τοίνυν ὁ Ἰησοῦς· «Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν.» Ὁρᾶτε πάλιν πῶς ἐντεῦθεν τὸ ὁμοούσιον δείκνυται· Εἰ ἐμὲ γὰρ, φησὶν, ᾔδειτε, καὶ τὸν Πατέρα μου ᾔδειτε ἄν· ἐκ δὲ τοῦ ἑτεροουσίου τὸ ἑτεροούσιον οὐ γνωρίζεται· τὰ γὰρ ἀλλόφυλα καὶ ξένα, ἀλλήλων οὐκ εἰσὶ δηλωτικά· τὰ δὲ φύσεως κοινωνοῦντα, δι' ἀλλήλων γινώσκεται· δι' ἑνὸς μὲν ἀνθρώπου, πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ἰδεῖν ἔστι· καὶ δι' ἑνὸς προβάτου τῶν προβάτων ἅπαν τὸ γένος· οὐ μὴν διὰ προβάτων τοὺς λέοντας, οὐδὲ διὰ λεόντων τὰ πρόβατα, οὐδ' ἀγγέλους διὰ ἀνθρώπων, οὐδὲ διὰ ἀγγέλων ἀνθρώπους· ζῶον γὰρ ἕκαστον τῆς οἰκείας δηλωτικόν ἐστι φύσεως. Εἰ τοίνυν ὁ μονογενὴς Λόγος τοῦ Θεοῦ κτίσμα, καὶ ἐξ οὐκ ὄντων, καὶ ἐξ ἑτέρας τινὸς γεγένηται φύσεως, πῶς ἐν αὐτῷ τὸν Πατέρα δείκνυσι πιστευόμενος; εἰ δὲ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ γινώσκεται, καὶ ὁ τὸν Υἱὸν γινώσκων, καὶ τὸν Πατέρα γινώσκει, πεδηθείη μὲν πᾶσα βλάσφημος γλῶσσα, καὶ τῷ λάρυγγι κατὰ τὸν προφήτην κολληθείη· ἡμεῖς δὲ οἱ τῆς Τριάδος προσκυνηταὶ ἀκριβῆ τοῦ ὁμοουσίου ἐντεῦθεν τὴν γνῶσιν λαμβάνομεν· λογιζόμενοι ὡς οὐκ ἂν ἑτέρως ἐν Υἱῷ Πατὴρ ἐγνωρίσθη, εἰ μὴ τῆς αὐτῆς οὐσίας ἐτύγχανε· καὶ προσκυνοῦμεν τὸν Σωτῆρα τὸν ἡμέτερον, τῆς προσκυνήσεως τὸν καρπὸν ἀναμένοντες, οὗ χορηγὸς αὐτὸς ὁ Πατὴρ τυγχάνει κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Ἐάν τις γὰρ, φησὶν, ἐμοὶ διακονήσῃ, τιμήσει αὐτὸν ὁ Πατήρ μου·» καὶ ὁ θαυμάσιος δὲ Ἰωάννης ὁ θεολογῶν, «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, φησὶν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.»

---

Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg020.local001/.
