# De sancta trinitate 75.1181

Theodoretus, De sancta trinitate, Volume 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/de-sancta-trinitate/75.1181

Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Οὐκοῦν τῷ εἰπεῖν ὅτι «Οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ,» ἐδίδαξεν οὐχ ὁμογενὲς τῷ κόσμῳ, ἀλλὰ τῆς θείας ὑπάρχον οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πρὸς τούτῳ ἐδίδαξεν, ὡς οὐ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει τὸν Λόγον, ἀλλὰ περὶ τοῦ ἁγίου Πνεύματος, οὗ τὴν χάριν λαμβάνουσιν οἱ πιστεύοντες. Διὸ τὸ Πνεῦμα εἶπε τὸ ἐκ τοῦ Θεοῦ, διδάσκων ὡς ἐκ τοῦ Πατρὸς ἔχει ὕπαρξιν, κἀκείνης ὑπάρχει τῆς φύσεως, οὐ δὲ γεννητικῶς, ἀλλ' ὡς οἶδε μόνος ὁ τὸν Υἱὸν ἐπιστάμενος, καὶ ὁ μόνος τὸν Πατέρα γινώσκων, καὶ τὸ μόνον Πατέρα καὶ Υἱὸν ἐπιστάμενον· ὃ ἐκ Θεοῦ μεμαθήκαμεν, τὸν δὲ τρόπον οὐκ ἐδιδάχθημεν. Ἀρκούμεθα δὲ τοῖς δοθεῖσι μέτροις τῆς γνώσεως, καὶ οὐ πολυπραγμονοῦμεν ἀγνοήτως τὰ ἀνέφικτα. ΚΔʹ. Ὅτι ὁ μέγας Ἀπόστολος Θεὸν οἶδε τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πάλιν ὁ Παῦλος ἡμᾶς διδάσκει· «Ἀπελούσασθε, λέγων, καὶ ἡγιάσθητε καὶ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Τίνος γὰρ ἕνεκεν ναοὶ προσαγορευόμεθα Θεοῦ διὰ τοῦ βαπτίσματος τὴν τοῦ Πνεύματος δεχόμενοι χάριν, εἰ μὴ Θεὸς ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον; ὅτι δὲ ναοὶ τοῦ Πνεύματος οἱ πιστοὶ προσαγορεύονται, ὁ αὐτὸς ἡμᾶς Ἀπόστολος διδάσκει λέγων· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς.» Ὁ δὲ ναὸς τὸν ἐνοικοῦντα κηρύττει Θεόν· διὸ καὶ ἀνωτέρω ἔλεγεν· «Οὐκ οἴδατε ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ τοῦ Θεοῦ ναὸς ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ τοίνυν τὴν χάριν τοῦ Πνεύματος διὰ τοῦ βαπτίσματος λαμβάνουσιν οἱ πιστεύοντες, ταύτης δὲ τῆς δωρεᾶς ἀξιούμενοι, ναὸς Θεοῦ χρηματίζομεν, Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον. Τούτου χάριν, εἰ ἐνοίκησις καὶ ναὸς Θεοῦ οἱ τῆς τοῦ Πνεύματος χάριτος ἀπολαύοντες εἰσὶ καὶ καλοῦνται, τῆς θείας φύσεως δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Εἰ δὲ κτίσμα, καὶ ἐξ ἑτέρας οὐσίας τυγχάνει, οὐκ εἰκότως ἂν ναοὶ προσαγορευθεῖεν Θεοῦ οἱ τῆς τούτου τυγχάνοντες δωρεᾶς· εἰ δὲ ναοὶ Θεοῦ ὀνομάζονται, οἱ μερικῆς τινὸς καὶ βραχείας παρὰ τούτου χάριτος ἀπολαύοντες, ἐκ τῆς προσηγορίας νοήσομεν τὴν συγγένειαν. Τοῦτο καὶ τῶν ἀποστόλων ὁ κολοφὼν ἐν ταῖς Πράξεσι διδάσκει, τοῦ Ἀνανίου τὴν κλοπὴν διελέγχων. ΚΕʹ. Ὅτι καὶ ὁ θεσπέσιος Πέτρος συνῳδὰ περὶ τοῦ Πνεύματος δέχεται. «Ἀνανία, γὰρ, φησὶν, ἵνα τί ἠπάτησεν ὁ Σατανᾶς

---

Theodoretus Scr. Eccl. et Theol., De sancta trinitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg020.local001/.
