# Epistulae: Collectio Patmensis (epistulae 1-52) 12

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/12

ΠΑΛΛΑΔΙῼ ΦΙΛΟΣΟΦῼ. Οὐκ ἀπεικότως, ὦ ἄριστε, τὴν πικρὰν ταύτην καὶ ἀνιαρὰν δυσχεραίνεις ζωήν· πολλῶν γὰρ καὶ παντοδαπῶν πλήρης ὁ βίος κακῶν, ὀλίγοι δὲ λίαν εἰσιν ἀρετῆς φροντισταὶ καὶ φιλοσοφίας ἐρασταί· τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγάπησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι. Καὶ ὁ μὲν λωποδύτης τὸ φωραθῆναι δειμαίνει, ὁ δὲ πλεονέκτης προφανῶς λωποδυτεῖ καὶ τοιχωρυχεῖ καὶ τὰ τοῦ πέλας ἀφαιρεῖται καὶ οἰκεῖα καλεὶ τὰ μηδαμόθεν προσήκοντα. Διὰ ταῦτα κἀγὼ ἀνιῶμαι, καὶ θάνατον ἱμείρομαι, καὶ τῆς παρούσης ἀπαλλαγῆναι γλίχομαι βιοτῆς· στέργω δὲ ὅμως τὰ τῷ Θεῷ δοκοῦντα, καὶ τῶν σοφῶν αὐτοῦ πηδαλίων ἀγαπῶ τὰ κινήματα, καὶ φέρομαι ᾗ ἂν φέρῃ. Παρακαλῶ δὲ καί σε γενναίως φέρειν τὰ λυπηρὰ καὶ μεμνῆσθαι τῶν τοῦ Δημοσθένους ῥημάτων· Δεῖ γάρ, φησί, τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δὲ ἃ ἂν ὁ θεὸς διδῷ γενναίως. Τοιαῦτα δὲ καὶ ὁ Θουκυδίδης πρὸ τούτου συνέγραψε· Φέρειν γάρ, φησί, τά τε δαιμόνια ἀναγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως. Ταῦτα τῆς σῆς, ὦ ἄριστε, γλώττης προφέρειν. Ἡμεῖς δὲ τοῖς τῶν ἁλιέων συγγράμμασιν ἐντραφέντες, ἅπερ ἐκείνων μεμαθήκαμεν, δυνάμεθα φθέγγεσθαι. Λόγοι δέ εἰσιν, εὐτελὲς μὲν τὸ ἔλυτρον ἔχοντες, ἀπ[όρρητον] δὲ καὶ μυστικὸν τῶν νοημάτων τὸν θησαυρόν. Τὴν πρὸς τὸν μεγαλοπρεπέστατον στρατηγὸν ποιήσας ἐπιστολὴν πέπομφα τῇ σῇ παιδεύσει.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
