Ancient Greek
Letter 13
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 13
Not analysed yet
ΟΛΥΜΠΙῼ ΓΕΡΜΑΝΙΚῼ. Εἰ μή σου τῷ κάλλει τῆς ψυχῆς ἡ τοῦ δόγματος ἐλυμήνατο πρόληψις, καὶ τὸ ὀπτικὸν τοῦ εὐθέος παρατρέψασα ἑτέρωσε πεποίηκε φέρεσθαι, πασῶν ἀρίστην τῶν ἐν βίῳ ἀναστρεφομένων ἔφην ἂν τεθεᾶσθαι. Οὕτως εἷλέ με τῶν σῶν ἠθῶν ἡ γλυκύτης. Ἀλλ' ἄχθομαι, καὶ λίαν ἄχθομαι τηλικαύτην ἀρετὴν κεφαλῆς δεομένην ὁρῶν, καὶ τοσοῦτον κάλλος οἰκοδομίας ἐπὶ σφαλερᾶς κρηπῖδος θεώμενος κείμενον. Εὔφρανον τοιγαροῦν ἡμᾶς, ὦ θαυμάσιε, καὶ μεγίστην ἡμῖν σχεδίασον ἑορτήν, τὴν τῆς ὑποβάθρας ἐναλλαγὴν ποιησάμενος, καὶ τὴν ἀλήθειαν τοῦ ψεύδους ἀνταλλαξάμενος, καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν τὴν εὐθύτητα κατάρτισον, καθαρότητα προσλαβών. Ἑρμῆν δὲ καὶ Μούσας, οὓς τοῖς γράμμασιν ἐντέθεικας σὺν Εὐνομίῳ, πόῤῥω που τῶν ἱερῶν ἐξόρισον λόγων. Οὐ γὰρ πρέπει γλώσσαις εὐσεβεῖν δεδιδαγμέναις δαιμόνων προφέρειν λαοπλάνων ὀνόματα. Τίς γάρ, φησὶν ὁ ἱερὸς Ἀπόστολος, συμφώνησις Χριστῷ πρὸς Βελίας; ἢ τίς μερὶς πιστῷ μετ' ἀπίστου; ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ταῦτα κηδόμενος γράφω, καὶ τὴν σήν, ὦ φίλη μοι κεφαλή, διψῶν τελειότητα.