# Epistulae: Collectio Patmensis (epistulae 1-52) 14

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/14

ΕΙΡΗΝΑΙῼ ΚΟΜΗΤΙ. Ἐβουκόλησέ με πρώην τὴν παρουσίαν τῆς σῆς μεγαλοπρεπείας μηνύσας ὁ θεοφιλέστατος ἀρχιδιάκονος, καὶ τὴν ψυχὴν ἐπλήρωσεν ἡδονῆς, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε, καὶ τὰς ὁδοὺς καραδοκεῖν παρεσκεύασε, καὶ τοῦτο μὲν νύκτωρ ὀνειροπολεῖν, τοῦτο δὲ μεθ' ἡμέραν φαντάζεσθαι. Οὕτω πᾶσαν τὴν ἁγίαν τεσσαρακοστὴν διετέλεσα τῆς σῆς προσδοκῶν ἀπολαύσεσθαι συνουσίας· ἀλλὰ τῶν ἐλπίδων ἐψεύσθην καὶ ὡς ὀνείρῳ τῆς εὐφροσύνης ἀπέλαυσα. Οὐκ ἂν οὖν αὐτῷ μεμψαίμην· κἀν τούτῳ γάρ μοι μεγάλα κεχάρισται. Ἐμοὶ γὰρ μεγίστην φέρεις παραψυχὴν καὶ ὄναρ φαινόμενος, ἤ πού γε δὴ μεθ' ἡμέραν φανταζόμενος. Μαθεῖν δὲ ὅλως βούλομαι παρὰ τίνος ἠπάτημαι, οὐχ ἵνα δίκας εἰσπράξωμαι τὸν ἀπατήσαντα, ἀλλ' ἵνα χάριν ὁμολογήσω· οὐ μικρὰ γὰρ ἐκ τῆς ἀπάτης κεκέρδηκα. Εἰ δέ σοι δοκεῖ καὶ τὴν ἀλήθειαν τοῖς εὐαγγελίοις ἐκείνοις χαρίσασθαι, καὶ μή τι τῶν ἀναγκαιοτέρων κωλύει, χάρισαι μὲν σαυτῷ τῶν ἁγίων τὴν εὐλογίαν, ἐμοὶ δὲ τὴν σὴν συνουσίαν, ἣν ἐρασμιωτάτην πάντων ὑπολαμβάνω.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
