Ancient Greek
Letter 17
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 17
Not analysed yet
ΔΙΟΝΥΣΙῼ ΚΟΜΗΤΙ ΑΝΑΤΟΛΗΣ. Ἄρχειν ἑτέρων πολλοὶ μὲν ἐθέλουσιν, ὀλίγοι δὲ ἴσασιν. Καὶ δεῖται μὲν γὰρ ἡ τῶν ἀνθρώπων ἐπιμέλεια ὑπὲρ πᾶσαν τέχνην καὶ ἐπιστήμην φρονήσεως, ἵνα ταύτῃ κοσμούμενος ὁ τούτων ἐπιμελόμενος τὸ πρακτέον εὑρίσκῃ· δεῖται δὲ καὶ σωφροσύνης καὶ δικαιοσύνης, ἵνα τὸ ὑπ' ἐκείνης εὑρεθὲν, ὑπὸ τούτων κυρωθέν, ἔργον γένηται καὶ μὴ ταῖς ἐναντίαις διαφθαρῇ διαθέσεσιν. Οὗ δὴ χάριν καὶ τῆς ἀνδρείας καὶ τῆς φρονήσεως δεῖται ὁ τοιοῦτος· αὕτη γὰρ τὴν ἀντίπαλον διασκεδάννυσι φάλαγγα. Τούτοις ἡ σὴ κοσμουμένη μεγαλοπρέπεια τῆς ἀρχῆς τὴν ἐπιστήμην κατώρθωσε, [καί] εἴπερ προσῆν τὸ τούτων κεφάλαιον ἡ εὐσέβεια, —σιγῆσαι γὰρ οὐκ ἀνέχομαι, συνήθης γεγενημένος, ἀλλὰ τὰ μέγιστα εἰσηγήσομαι, —οὐκ ἂν ἴσχυσεν ὁ μῶμος τὴν γοῦν τυχοῦσαν λοιδορίαν ὑφῆναι. Ἀλλὰ περὶ μὲν τούτου μακροτέρας μοι δεῖ διαλέξεως. Νῦν δέ σου παρακαλῶ τὸ μέγεθος εἰς καιρὸν χρήσασθαι τῇ τε περὶ τοὺς ἀρχομένους καλοκἀγαθίᾳ καὶ τῇ περὶ τὰ κοινὰ κηδεμονίᾳ, καὶ στῆσαι τὴν Κῦρον, πολλῶν λαμπρῶν καὶ περιφανῶν πόλεων τοῖς δημοσίοις οὖσαν χρησιμωτέραν. Πολλαπλάσια γὰρ ἐκείνων εἰσφέρει, καὶ οὐκ ἔστι δικαία πάρεργον γενέσθαι συκοφαντίας, ἣ διὰ τὴν χάριν αὐτίκα δὴ μάλα δειχθήσεται. Κατέλαβε γὰρ τὴν βασιλίδα ὁ θαυμάσιος ἡμῶν υἱὸς Φίλιππος καὶ διδάξει τὴν ὑψηλοτάτην ἀρχὴν τῆς πόλεως τὰ παθήματα καὶ λήψεται πάντως ἀλεξίκακα φάρμακα, τὸν ἐπηρτημένον διαλύοντα κίνδυνον. Διά τοι τοῦτο μικρὰν ἀναβολὴν ἐπαγγέλλω· ἐλπίζομεν γάρ, ὡς τὸ ζοφῶδες τοῦτο καὶ τετριγὸς νέφος ὁ φιλάνθρωπος ἡμῶν ὅτι τάχιστα διασκεδάσει δεσπότης.