Ancient Greek
Letter 19
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 19
Not analysed yet
ΚΩΝΣΤΑΝΤΙΝῼ ΑΠΟ ΥΠΑΡΧΩΝ. Διεκόσμησε μὲν τῷ λόγῳ τῶν ἀνθρώπων τὴν φύσιν ὁ τῶν ὅλων θεός· οὗ δὴ χάριν καὶ αὐτὴ καθ' ἑαυτὴν τὸ δέον εὑρίσκει· καὶ μάρτυρες οἱ πάλαι γενόμενοι, παρ' ἑτέρων μὲν οὐ δεξάμενοι νόμους, αὐτοὶ δὲ νόμους εὑρόντες καὶ τὴν λογικοῖς ἁρμόττουσαν πολιτείαν εἰσενεγκόντες. Εἰ δέ τις πρὸς τῇ φύσει καὶ παιδείαν προσλάβοι καὶ τοῖς ἑτέρων πόνοις ἐπιμελῶς ἐντραφείη, οἷόν τινα ὕλην προσφέρει τὴν παντοδαπῆ διδασκαλίαν τῇ φύσει. Ἡ δὲ ἀποκρίνει μὲν τὰ περιττὰ ὡς ἐπιστήμων, τὰ δὲ ὀνησιφόρα δέχεται καὶ κατασκευάζει τὰ ἀξιέραστα τῆς ἀρετῆς ἀγάλματα· οὔτε γὰρ παρὰ τῶν ποιητῶν οὔτε παρὰ τῶν φιλοσόφων οὔτε μὴν παρὰ τῶν ἄλλων λογογράφων ἁπλῶς καὶ ὡς ἔτυχε δέχεται τὰ μαθήματα, ἀλλὰ τὴν μέλιτταν μιμουμένη, τὸ μὲν χρειῶδες συλλέγει, τὸ δὲ περιττὸν χαίρειν ἐᾷ. Τοῦτον ἡ ὑμετέρα μεγαλοπρέπεια τὸν βίον ἀσπαζομένη ηὔξησε τὸν ἐντεθέντα τῇ φύσει λόγον, μᾶλλον δὲ τοῦτον κρυπτόμενον ἔδειξεν· ὑποβρύχιον γὰρ αὐτὸν τὰ πάθη ποιεῖ· ἀλλ' ὅταν ἐπιτύχῃ πτερῶν, ὑπερνήχεται καὶ ἀναδύνει καὶ ὡς ἐν φωτὶ πολιτεύεται. Τούτου εἵνεκα διαφερόντως τὴν ὑμετέραν μεγαλοφυΐαν ὑπὲρ τῶν προμηθείας δεομένων ἀντιβολῶ· λογικώτερον γὰρ κινουμένη μετὰ πλείονος αὐτῶν προθυμίας ἐπιμελεῖται. Ταύτης ἀπολαῦσαι τῆς κηδεμονίας παρακαλῶ καὶ τὸν θαυμασιώτατον καὶ λαμπρότατον Διονύσιον, ἄρξαντα μὲν οὐ κατὰ γνώμην, πενίᾳ δὲ συζῶντα, ἐπιεικῆ δὲ καὶ μέτριον ἀσπαζόμενον βίον, εἰσπραττόμενον δὲ ἃ μηδὲ δοῦλος ἀντ' ἐλευθέρου γενόμενος δυνήσετ' ἂν ἀποδοῦναι. Εἰ δὲ καὶ τῶν οἰκείων συμφορῶν ἐπιτραπείη διδάξαι τὴν τραγῳδίαν (ἐπιτρέψετε δὲ πάντως, ἡμερότητι λαμπρυνόμενοι), οἴκτου καὶ φειδοῦς ἀπολαύσεται οὐ παρ' ὑμῶν μόνον τῶν προχείρων εἰς ἔλεον, ἀλλὰ καὶ παρὰ τῶν τἀναντία προαιρουμένων. Οὕτως ἐλεεινὸν τῶν τούτου παθημάτων τὸ δρᾶμα.