# Epistulae: Collectio Patmensis (epistulae 1-52) 22

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/22

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ [ΑΝ]ΚΥΡ[ΑΣ]. Εἰ τοὺς θείους ἐφύλαττε νόμους τῶν ἀνθρώπων ἡ φύσις, μονίμων ἂν καὶ διαρκῶν ἀπήλαυσεν ἀγαθῶν. Ἐπειδὴ δὲ τῆς εὐθείας ἐξετράπημεν τρίβου καὶ τῶν θείων κατεφρονήσαμεν ἐντολῶν, ἀναγκαίως ὀδυνηρῷ προσεκληρώθημεν βίῳ, ἵνα τῶν λυπηρῶν τὰς αἰτίας ἀνερευνῶντες, καὶ μητέρα τούτων τὴν ἁμαρτίαν εὑρίσκοντες, φεύγωμεν μὲν ταύτην ὡς πολεμίαν, τοὺς δὲ θείους ἀσπαζώμεθα νόμους. Τούτου δὴ χάριν οὐ μόνον τινὲς τῶν ἀνθρώπων τῆς εὐκληρίας ἐκπίπτουσιν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη τὴν εὐπραξίαν ἀποβάλλουσι καὶ εἰς ἐσχάτην μεταπίπτουσι δυσκληρίαν. Τοῦτο δὴ πέπονθε καὶ ἡ πάλαι Λιβύη, νῦν δὲ Ἀφρικὴ καλουμένη· πάντων γὰρ οὖσα πλήρης τῶν ἀγαθῶν, ἔρημος τούτων ἐξαπίνης ἐγένετο. Ἄγουσι δὲ ταύτην καὶ φέρουσιν ἄνδρες ἥμερον μὲν οὐδὲν ἔχοντες, ὠμότητι δὲ καὶ θηριωδίᾳ συζῶντες· οὗ δὴ χάριν οἱ πλεῖστοι τῶν θεοφιλεστάτων ἐπισκόπων τὴν ξένην ἀντὶ τῆς πατρίδος προείλοντο, παραψυχὴν ἔχοντες τὴν εἰς Θεὸν ἐλπίδα καὶ πρόσοδον τῆς ἀναγκαίας τοῦ σώματος χρείας τῶν θεοφιλῶν ἀνδρῶν τὰς χεῖρας. Εἷς τούτων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος, ὁ κύριος Φλωρέντιος, ὃς τὴν μεγίστην μὲν πόλιν καταλαβεῖν ἐπείγεται, διὰ δὲ τῆς σῆς ἁγιότητος τὴν πορείαν ποιεῖται· καὶ οἶδ' ὅτι λιμένι προσορμισθήσεται εὐόρμῳ τε καὶ εὐστόμῳ καὶ ἀπηνέμῳ καὶ πλήρει παντοδαπῶν ἀγαθῶν. Ἐγὼ δὲ αὐτοῦ πρὸς ὀλίγον τῆς συνουσίας ἀπολαύσας, ἀπωνάμην † καὶ τῆς σῆς [σεμ]νότητος προσρήσεις †, ἣν περὶ πολλοῦ ποιοῦμαι, καὶ ἅμα πέμπειν ἐπείγομαι, καὶ θυμηδίαν ἐξ αὐτῆς ποριζόμενος, καὶ εἰς τὰς ὑπὲρ ἐμοῦ εὐχὰς τὸν ἀξιόχρεων πρεσβύτην διεγείρων.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
