Ancient Greek
Letter 23
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 23
Not analysed yet
ΑΕΡΙῼ ΣΟΦΙΣΤῌ. Πάλαι μὲν Ἀθηναῖοι τὰς σικελικὰς ἀπωδύροντο συμφοράς· τὰς δὲ Λιβύης καὶ Καρχηδόνος ὁ παρὼν ἐβλάστησε χρόνος. Ἀνιαρότεραι δὲ αὗται καὶ πολλῷ χαλεπώτεραι. Βαρβαρικὴ αὐτὰς ὠμότης καὶ θρασύτης ἐπήνεγκεν. Τούτων καὶ ὁ εὐγενέστατος γεγένηται Μαξιμιανός, καὶ τραγῳδῶν τὰ παθήματα κεντεῖ τοὺς ἀκούοντας καὶ τῶν δακρύων ὀχετεύει τὴν λιβάδα. Μεμαρτύρηκε δὲ τοῖς παρ' αὐτοῦ λεγομένοις ἀλήθειαν ὁ θεοφιλέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, ὁ κῦρις Ἰουβενάλιος, γράμμασι τὴν μαρτυρίαν ἐνθείς. Ἀπολαυσάτω τοίνυν τῆς Ἀλκινόου φιλοξενίας, ἐπεὶ καὶ οὗτος πολλὰς τρικυμίας διέφυγε. Χαλεπὰ γὰρ καὶ τὰ τῆς ἠπείρου ναυάγια.