# Epistulae: Collectio Patmensis (epistulae 1-52) 3

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/3

ΘΕΟΔΟΤῼ ΚΟΜΗΤΙ. Ἐγὼ διηνεκῶς τῶν ἐκεῖθεν ἀφικνουμένων διατελῶ πυνθανόμενος, πῶς ἡ σὴ διάκειται μεγαλοπρέπεια κατά τε ψυχὴν κατά τε τὸ σωμάτιον, ἧς πολλὴν ἔχω τὴν φροντίδα, καὶ σφόδρα πολλήν. Θνητὸν γὰρ τοῦτο καὶ ἐπίκηρον καὶ μόνιμον ἔχον οὐδέν· τό τε γὰρ τῆς νεότητος ἄνθος ὑποῤῥεῖ καὶ μαραίνεται, ἥ τε ὥρα πολλὰς ἔχει μεταβολάς, τὰς μὲν ὑπὸ τοῦ χρόνου, τὰς δὲ ὑπὸ παθημάτων ἐργαζομένας. Οὕτω δὲ αὖ καὶ ἡ ῥώμη δαπανᾶται, καὶ τὴν εὐεξίαν ἀσθένεια διαδέχεται. Τῆς δέ γε ψυχῆς [ἄς]υλα τὰ ἀγαθὰ, καὶ τὸ κάλλος ἀγήρατον, καὶ ὁ πλοῦτος οὔτε συκοφάνταις οὔτε κακούργοις προκείμενος, ἀλλὰ πᾶσαν ὑπερβαίνων ἐπιβουλὴν καὶ διαρκῶν εἰς τοὺς ἀπεράντους αἰῶνας. Τούτου δὴ χάριν ταύτης πέρι διαφερόντως φροντίζων γάννυμαι μανθάνων ὡς μέλει σου τῇ μεγαλοπρεπείᾳ τοῦ βίου τοῦ [μέ]λλοντος καὶ τῶν τριποθήτων ἐκείνων ὑποσχέσεων, ἃς ὁ Δεσπότης ἡμῶν πρὸς ἡμᾶς ἐποιήσατο, δώσειν ὑποσχόμενος τοῖς ἀγαπῶσιν αὐτὸν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, διδάσκων ὡς ὑπὲρ τὰ ὁρώμενα ἐστὶ τὰ προσδοκώμενα· οὗ δὴ ἕνεκεν οἱ κατὰ τὴν ὁσιότητα ταῖς ἐλπίσιν ἐκείναις τρεφόμενοι ὑπερορῶσι μὲν τῶν παρόντων, τὰ δὲ πλεῖστα τῶν ὄντων εἰς ἐκείνην παραπέμπουσι τὴν ζωήν, ἵν' ἔχωσιν ἀποδημοῦντες ἐφόδιον. Καὶ ἐπειδὴ τὸ φρικῶδες ἐκεῖνο δειμαίνουσι δικαστήριον, οἷόν τινας συνηγόρους μισθοῦνται τοὺς πένητας, ἵνα δι' ἐκείνων τὸν δικαιοκρίτην εἰς ἔλεον ἐφελκύσωνται καὶ τῇ περὶ τὸν πέλας συμπαθείᾳ φιλανθρωπίαν ὠνήσωνται. Ἐκεῖνα γὰρ μόνα συνεκδημεῖ τοῖς ἐντεῦθεν ἀπαίρουσιν, ἅπερ ἂν ἔτι περιόντες διὰ τῶν δεομένων προπέμψωσι· τῶν δὲ λοιπῶν ἕτεροι γίνονται κύριοι, οὐδαμῶς [ὀ]νῆ[σα]ι τοὺς ἀπελθόντας δυνάμενοι· ὅπερ ἡ σὴ σαφῶς μαθοῦσα μεγαλοπρέπεια εἰς δέον οἰκονομήσει τὸν θεόσδοτον πλοῦτον· Λύτρον γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος, κατὰ τὴν θείαν Γραφήν.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
