# Epistulae: Collectio Patmensis (epistulae 1-52) 33

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/33

..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπειπόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα· συμφρονεῖ γὰρ Θεῷ εὐσεβεῖν βεβουλημένος. Διὰ ταῦτα ἡδόμεθα, διὰ ταῦτα ἑορτὴν τὸν βίον νομίζομεν. Ἀλλ' ὁ πάντων ἐξοχώτατος οὐκ ἐξουσίᾳ μόνον, ἀλλὰ καὶ τῇ περὶ τὸ εὐεργετεῖν σπουδῇ, δὸς ἡμῖν πρώτην χάριν ἐν τούτῳ τῷ θρόνῳ, ἣν πρώην ἐπήγγειλα. Γέγραφα γὰρ ἤδη τῷ ὑμετέρῳ μεγέθει, ἔτι τοῦ βασιλέως ὑπαγορεύοντι τοὺς νόμους, ἱκετεύων ἀπαλλαγῆναι τὸν εὐλαβέστατον καὶ θεοφιλέστατον Ἐυθάλιον τὸν πρεσβύτερον τοῦ τῆς πραιτούρας Τελέσματος, ἄνδρα φιλοσοφίας ἁπάσης μεστὸν τῆς τε ἐν γράμμασι τῆς τε ἐν πράγματι, καὶ βραχέα κεκτημένον, μόλις αὐτῷ καὶ οἰκείοις ἀποχρῶντα. Εἰσπραχθῆναι δὲ τοῦτο τὸ τέλος προσέταξεν αὐτὸν ὁ μεγαλοπρεπέστατος καὶ ἐνδοξότατος τῆς πόλεως ὕπαρχος, ἀγνοῶν ὡς οὐκ ἔστι λαμπρότατος, ἀλλὰ πρεσβύτατος ἀνήρ. Καὶ εἰ λαμπρότατος δὲ ἦν ἔτι, ἀπήλλακτο ἂν τοῦ τοιούτου τέλους, τοῦ τοὺς μεμοριαλίους τετιμηκότος νόμου τοῦτο σαφῶς διαγορεύοντος. Ἀλλὰ δέομαι καὶ πάλιν δέομαι καὶ ἀντιβολῶ. Τιμήσατε φιλοσοφίαν· ὕβρεως τὴν ἱερωσύνην ἀπαλλάξατε· ταύτην ἡμῖν χαρίσασθε τὴν ἀτέλειαν. Ῥᾴδιον δὲ ὑμῖν βουληθεῖσι τοῦτο· τοῖς γὰρ ὑμετέροις νεύμασιν ἀκολουθεῖ τὰ πράγματα. Βουλήσεσθε δὲ εὖ οἶδ' ὅτι, καὶ κοινὰς καὶ ἰδίας χάριτας παρέχειν ἐσπουδακότες.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
