Ancient Greek
Letter 35
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 35
Not analysed yet
ΡΩΜΥΛῼ Καὶ πατέρες τῶν σωφρονούντων παίδων οἰκειοῦνται τὴν εὔκλειαν καὶ δεσπόται τῶν εὔνων οἰκετῶν περὶ πολλοῦ ποιοῦνται τὴν θεραπείαν. Εἰ δὲ παρ' ἀνθρώποις τοιοῦτος πολιτεύεται νόμος, ἔνθα φθόνος πολλάκις κρατεῖ, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ τοῦ ἀγαθοῦ καὶ ἀπαθῶς πάντας εὐεργετεῖν πεφυκότος. Διὸ νῦν μὲν Ἀβραὰμ λέγει· Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, νῦν δὲ τοῖς ἱεροῖς ἀποστόλοις· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· Ἐπειδὴ τοίνυν οἰκείαν ἡγεῖται τὴν τῶν τροφίμων τιμήν, παρακλήθητι, θαυμασιώτατε, τοὺς Προφήτας αὐτοῦ, τοὺς ἁγίους Ἀποστόλους τῇ παρουσίᾳ τιμῆσαι.