# Epistulae: Collectio Patmensis (epistulae 1-52) 36

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/36

ΘΕΟΔΟΤῼ ΑΡΧΟΝΤΙ. Παιδίοις μὲν ἡ μορμὼ φοβερά, μειρακίοις δὲ παιδαγωγοὶ καὶ διδάσκαλοι, τοῖς δὲ εἰς ἄνδρας τελοῦσι ἤδη πάντων ἐστὶ φοβερώτατον δικαστὴς καὶ βῆμα καὶ κήρυκες καὶ ῥαβδοῦχοι καὶ εἰσπράξεις· ἂν δὲ δὴ καὶ ἀπορία τούτοις προσῇ, διπλοῦν τὸ δέος γίνεται. Τί δήποτε ταῦτα διεξῆλθον, ἐγὼ τὴν σὴν ἀρετὴν διδάξω. Ἐγκαίνια τῶν ἀποστολικῶν καὶ προφητικῶν σηκῶν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Γορπιαίου μηνός, Θεοῦ νεύοντος, προσδοκῶμεν ἐπιτελέσαι. Δεδίασι δὲ τὴν σὴν παρουσίαν οἱ παρ' ἡμῖν, ὡς ἔφην, πολιτευόμενοι. Δεδίασι δὲ οὐ τὸν πραότατον Θεόδοτον, ἀλλ' ὃ περίκεισαι τῆς ἀρχῆς προσωπεῖον· οὗ χωρίς, πολλοῦ ἂν ἐπριάμεθα καὶ παρεῖναι ἡμῖν ἑορτάζουσι καὶ κοινωνεῖν τῆς πανηγύρεως καὶ τὴν πόλιν κοσμεῖν καὶ κορυφαῖον εἶναι τῶν συνιόντων. Παρακλήθητι τοίνυν, ὦ ἄριστε, ἱερομηνίᾳ τὸν Γορπιαῖον δοῦναι καὶ τοῦτον ἀναθεῖναι Θεῷ καὶ τοῖς τοῦ Θεοῦ ἐρασταῖς καὶ ἐρωμένοις. Οὕτω γὰρ καὶ ἀπὼν κοινωνήσεις τῆς πανηγύρεως, ἡσυχίᾳ καὶ ἀνακωχῇ τοὺς ἁγίους Ἀποστόλους καὶ Προφήτας γεραίρων, καὶ τῆς παρ' αὐτῶν εὐλογίας ἀπολαύσεις, καὶ <τὸν> Θεὸν θεραπεύσεις τὸν τῇ τιμῇ τῶν ἁγίων τερπόμενον, χαριῇ δὲ καὶ ἡμῖν τοῖς εἰρήνην καὶ θυμηδίαν κεχυμένην ἐν τῇ ἑορτῇ ἐκείνῃ ἐφιεμένοις καὶ εὐχομένοις.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
