# Epistulae: Collectio Patmensis (epistulae 1-52) 37

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/37

ΝΕΩΝΙ ΑΡΧΟΝΤΙ. Οὗτος ἡγεμονίας ὅρος· αὕτη ἀρχὴ δικαία καὶ συμφέρουσα τοῖς κοινοῖς. Ἡ γὰρ τῶν ἀρχομένων ἐπιμέλεια οὐ τούτους μόνον εὐεργετεῖ, ἀλλὰ καὶ τοὺς τὴν ἀρχὴν ἐγχειρήσαντας ὀνίνησιν ὅτι μάλιστα. Οἱ μὲν γὰρ ἀμέτρως θατέρου μέρους κηδόμενοι ἑκατέρῳ λυμαίνονται· οἱ δὲ τὸ δραστήριον κεραννύντες ἡμερότητι, καὶ φιλανθρωπίᾳ τῆς πράξεως ἀμβλύνοντες τὸ σφοδρόν, καὶ τὸ μέτρον τιμῶντες, κατὰ τὸν φιλόσοφον ὅρον, οὗτοι καὶ τοὺς εἰσπραττομένους καὶ τοὺς εἰσπράττειν κελεύοντας ἀτεχνῶς εὐεργετοῦσι. Τοῦτο τὴν σὴν οἶδα ποιοῦσαν λαμπρότητα· ἀγχινοίᾳ γὰρ κυβερνᾷς τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο πατρικῇ μὲν ἡμερότητι χαίρεις, ἠπίοις δὲ λόγοις κεχρημένος, ἀπηνοῦς παντὸς καὶ πῦρ πνέοντος ἄμεινον τῶν εἰσφορῶν τὰς εἰσπράξεις ποιῇ. Αἰσχυνόμενοι γάρ σου τὸ πρᾶον οἱ ἀπαιτούμενοι, τῆς πενίας ἐπιλανθανόμενοι, καὶ τῶν εὐτελῶν ῥακίων γυμνοῦνται. Ἀμέλει καὶ νῦν ἐν τοσαύτῃ σπάνει χρυσίου τῶν ὠνίων ἐῤῥιμμένων, οὐδενὸς οὐχ ὑγροῖς οὐ ξηροῖς προσιόντος καρποῖς, κατὰ πέντε καὶ δέκα καὶ εἴκοσι δανεισάμενοι χρυσίνους, καὶ τοὺς παρ' ἡμῖν ἱδρυμένους ἀποδύσαντες στρατιώτας ἀπέστειλαν τὸ χρυσίον, ὅσον δοθῆναι προσέταξας. Τοσαῦτα δύναται ἡμερότης κεκραμένη συνέσει· ἀληθὲς γὰρ ἀτεχνῶς ἐκεῖνο τὸ τραγικόν, ὅτι· Σοφὸν ἓν βούλευμα πολλὰς χεῖρας νικᾷ ... Οὕτω τοίνυν, ὦ ἄριστε, διατελεῖς κυβερνῶν, ἐῤῥῶσθαι πολλὰ τοῖς παροξύνουσι λέγων καὶ τὴν τῶν κοινῶν προμήθειαν πάντων ὁμοῦ προτιμῶν. Οὕτω γὰρ καὶ τὸν τῶν ὅλων θεραπεύσεις Θεὸν καὶ βασιλεῖ τὰς ἐγχειρισθείσας σοι διασώσεις π[όλεις] καὶ τὴν εὔκλειαν τὴν παρὰ πάντων τρυγήσεις.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
