Ancient Greek
Letter 4
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 4
Not analysed yet
ΑΓΑΘΩΝΙ ΑΡΧΙΜΑΝΔΡΙΤῌ. Οἱ κερδαίνειν εἰδότες πανταχόθεν τὸ κέρδος συνάγουσι καὶ μιμοῦνται τὴν μέλισσαν, ἥ[τις] καὶ ἐκ πικρῶν βοτανῶν γλυκυτάτην ἀρυομένη νοτίδα τὸ ἥδιστον μέλι τοῖς ἀνθρώποις προσφέρει. Ταύτην ἡ σὴ μιμουμένη εὐλάβεια καὶ ἐξ ἡμῶν κεκερδηκέναι φησίν. Ἡμεῖς δὲ τῆς μὲν γραφῆς τὸ κέρδος οὐκ ἐπιστάμεθα, τὴν δὲ σὴν ἐπαινοῦμεν θεοσέβειαν, πανταχόθεν ἐμπορίας ἀφορμὰς θηρωμένην, καὶ εὐχόμεθα μέχρι τέλους ὑμᾶς διαδραμεῖν καὶ τὸ βραβεῖον τῆς νίκης λαβεῖν.