Ancient Greek
Letter 42
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 42
Not analysed yet
ΕΥΘΑΛΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Μίαν ἐσχηκὼς παραψυχὴν ἐν τῇδ[ε τῇ] πόλ[ει], τὴν τῆς σῆς θεοσεβείας συνουσίαν, σφόδρα ἠνιάθην, ταύτης ἐν τοσούτῳ μὴ ἀπολαύσας χρόνῳ. Ἀλγῶ δὲ πλέον ὅτι τῇ ἀδοκήτῳ ταύτῃ ζημίᾳ περιπεπτωκώς, καὶ ἀθυμῶν, ὡς εἰκός, οὐδὲ τὸν ψυχαγωγοῦντα ἔχεις καὶ τὴν ἀθυμίαν ταῖς τοῦ παναγίου Πνεύματος ἐπῳδαῖς ἀπελαύνοντα. Ἀλλ', ὦ θαυμάσιε, γενοῦ σαυτῷ καὶ σύμβουλος καὶ διδάσκαλος, καὶ ἣν ἐκ παιδὸς μετῆλθες φιλοσοφίαν ἐν τοῖς ἀγῶσιν ἐπίδειξαι, καὶ μαθέτωσαν ἅπαντες, ὡς ἔργῳ μᾶλλον ἢ λόγῳ φιλοσοφεῖς, οὐδὲν μὲν ἡγούμενος τὰ ἀνθρώπινα, πλούτου δὲ ῥεύματα καὶ πενίαν ἐσχάτην ἴσα τιθέμενος. Ἑκάτερον γάρ, ὡς οἶσθα, κατὰ τὴν εὐρίπων ἐπίῤῥοιαν τῇδε κἀκεῖσε πέφυκε μεταβαίνειν, καὶ νῦν μὲν ὡς τοῦτον, νῦν δὲ ὡς ἐκεῖνον εἶναι. Ἀρετὴ δέ, ἧς τρόφιμος ὑπάρχεις, μόνιμόν ἐστιν ἀγαθόν, καὶ χρὴ ταύτην τὸν μὲν κεκτημένον ἀσφαλῶς φυλάττειν, τὸν δὲ οὐκ ἔχοντα σπουδαίως ζητεῖν· χρυσὸν δὲ καὶ τἆλλα ἀγαθὰ τοῦ πλούτου παρόντα μὲν δεόντως οἰκονομεῖν, ἀπόντα δὲ μὴ ποθεῖν. Ταῦτα φιλοσοφῶν διατελεῖς· ταῦτα καὶ ἑτέροις εἰσηγήσω πολλάκις. Μαθέτωσαν τοίνυν οἱ ζητοῦντες, ὡς χρήματα μὲν λαβεῖν [ἰς]χύουσιν, [ἀρε]τὴν δὲ [συ]λῆσαι οὐ δύνανται πώποτε.