# Epistulae: Collectio Patmensis (epistulae 1-52) 43

Theodoretus, Epistulae: Collectio Patmensis (epistulae 1-52), Letter 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-patmensis-epistulae-1-52/43

ΑΓΙΑΝῼ ΜΟΝΑΖΟΝΤΙ. Τὸ μηδὲν ἄγαν καὶ μέτρον ἄριστον, καὶ ὅσα τοιαῦτα τοῖς πάλαι σοφοῖς εἴρηται, ἐπὶ παντὸς ἡγοῦμαι καλοῦ τε καὶ συμφέροντος· οὐ γὰρ μόνον τὰ ὑψηλὰ καὶ ὑπέρογκα κωλύειν φρονήματα ἐθέλοντες, ταῦτα ἔφασαν οἱ τὴν τῶν ἠθῶν ἀναδεξάμενοι διακόσμησιν, ἀλλὰ καὶ τὰ λίαν ταπεινὰ καὶ πέρα τοῦ μετρίου κάτω που κείμενα ἀνορθοῦντες καὶ τὴν συμμετρίαν διδάσκοντες. Χρὴ τοίνυν σε, δέσποτα, σοφὸν ὄντα καὶ τοὺς ἄλλους σοφίζειν δυνάμενον καὶ τῶν τοιούτων λόγων πλήρη τυγχάνοντα καὶ φιλεῖν τὸν πέλας ὡς σεαυτὸν δεδιδαγμένον, μὴ βλάπτειν τοῖς ἐγκωμίοις τοῦ φιλουμένου τὸ φρόνημα, μηδὲ τὸν μὲν αἴρειν εἰς ὕψος καὶ μετεωρίζειν τοῖς λόγοις, ἑαυτὸν δὲ ταπεινοῦν ὑπὲρ τὸ ἄγαν καὶ τὴν οὐκ ἐπαινουμένην ταύτην ἀμετρίαν αἱρεῖσθαι, μηδὲ τῷ πόθῳ τὴν εὐφημίαν μετρεῖν, ἀλλὰ τὴν ἀλήθειαν προτιμᾶν τῆς φιλίας, καὶ κρύπτειν μὲν τὰς τοῦ φίλου κηλῖδας (ταῦτα γὰρ ὁ τῆς φιλίας νομοθέτης παρεγγυᾷ· Ἀγάπη, λέγων, καλύψει πλῆθος ἁμαρτιῶν), τὰ δὲ φαινόμενα κατορθώματα συμμέτρως θαυμάζειν. Καὶ ταῦτα λέγων, οὐ τὴν σὴν διδάσκω ἀγχίνοιαν, τὴν πάντων μάλιστα τὰ τοιαῦτα πεπαιδευμένην, ἀλλὰ τοὺς ἐμοὺς ἐπαίνους ἀποκρουόμενος· ἀποκναίει [με] γὰρ τούτων τὸ ἕτερον· ἤκουσα [δὲ καὶ] τοῦ Θεοῦ δ[ιὰ τοῦ] προφήτου πρὸς τὸν Ἰσραὴλ λέγοντος· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσι. Περὶ μὲν τούτων ταύτην σου τῇ θεοσεβείᾳ τὴν ἱκετείαν προσφέρω· περὶ δὲ τῆς παιδὸς διδάσκω σου τὴν θεοσέβειαν, ὡς κήδομαι μὲν αὐτῆς διὰ τὴν ὀρφανίαν, οὐ μὴν ἐμαυτὸν εἰς τοὺς περὶ μνηστείας καθῆκα λόγους, ἀλλὰ τῇ μητρὶ ταύτης παρεχώρησα τὴν ἐξουσίαν. Παρακαλῶ δέ σου τὴν ὁσιότητα δηλῶσαι ἡμῖν τοῦ μνηστεύσασθαι βουλομένου καὶ τοὔνομα καὶ τὸ γένος (οὐδὲν γὰρ τούτων περιεῖχε τὰ γράμματα), ἵνα καὶ τῇ μητρὶ καὶ τοῖς προσήκουσι τῇ παιδὶ ταῦτα ποιήσω γνώριμα καὶ συμβουλεύσω τὰ δέοντα.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg005.local001/.
