Ancient Greek
Letter 46
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 46
Not analysed yet
ΕΛΛΑΔΙῼ ΚΟΥΡΑΤΩΡΙ. Ἐμοὶ τὴν ὑμετέραν μεγαλοπρέπειαν ἡ φήμη πεποίηκε γνώριμον· οὐχ ἁπλῶς δὲ ταύτην πεπίστευκα, ἀλλὰ ταύτης λεγούσης διὰ πάντων ἀκούσας, καὶ τοὺς αὐτῆς ὑφαινούσης ἐπαίνους, καὶ τὸν τῶν κατορθωμάτων διεξιούσης κατάλογον. Οὐδὲν γὰρ ἕτερον περὶ τῆς ὑμετέρας μεγαλοπρεπείας ἀκούειν ἐστίν, ἢ ὅσα ἔχειν εἰκὸς τὸν τῆς ἀρετῆς ἐραστήν. Εἷς δὲ τῶν ταῦτα διηγουμένων ὁ εὐλαβέστατος διάκονος Πάππος· αὐτὸς γὰρ ἡμᾶς καὶ γράψαι παρώτρυνεν, οὐ σύμμετρον τῇ δυνάμει φήσας ὑμῖν εἶναι τὸ φρόνημα, ἀλλ' ἀνδρὶ σοφῷ τε καὶ συνετῷ καὶ τὴν φύσιν ἐπεσκεμμένῳ συμβαῖνον. Διὸ τεθάῤῥηκα τὴν ἐπιστολὴν <γράψαι>, καὶ τὸ ὑμέτερον προσφθέγγομαι μέγεθος καὶ τὸν τῶν ὅλων ἱκετεύω Θεὸν καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι, καὶ τὰ μείζω προσδοῦναι.