Ancient Greek
Letter 6
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Patmensis (epistulae 1-52) 6
Not analysed yet
ΤΙΤῼ ΚΟΜΗΤΙ ΔΟΜΕΣΤΙΚῼ. Τῶν προσόντων ὑμῖν ἀγαθῶν τὸ πλῆθος, καὶ θερμοὺς ἡμᾶς ὑμῶν καθίστησιν ἐραστὰς, καὶ ἄληστον τῆς ὑμετέρας μεγαλοπρεπείας τὴν μνήμην ἐργάζεται. Διὸ δὴ παρόντες μέν, τῇ συνεχεῖ θεραπεύομεν θέᾳ τὸν πόθον, ἀπόντες δέ, γράμμασιν ἑαυτοὺς ψυχαγωγεῖν σπουδάζομεν. Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρότατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται. Μέγα γὰρ ἀληθῶς εἰς εὐφημίαν ἐν ζώνῃ καὶ χλα[μύ]δι καὶ ἐξουσίᾳ τοσαύτη εὐσέβεια καὶ πραότης καὶ καλοκἀγαθία καὶ ἡ τοῦ δικαίου τιμή.