Ancient Greek
Letter 1
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 1
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΔΙΑΦ[ΟΡ]Ο[Ν] Φ[ΙΛ]Ο[Ν]. Τῷ θαυμαστῷ συμβούλῳ τὸν συνετὸν ἀκροατὴν ὁ προφητικὸς συνέζευξε λόγος. Ἐγὼ δέ σου τῇ ὁσιότητι οὐχ ὡς ἀκροατῇ συνετῷ, ἀλλ' ὡς κριτῇ σοφῷ τε καὶ ἀληθεῖ, τὴν εἰς τὸν θεῖον Ἀπόστολον συγγραφεῖσάν μοι δέδωκα βίβλον. Καὶ καθάπερ οἱ χρυσοχόοι τῇ βασάνῳ προσφέρουσι τὸν χρυσόν, ἰδεῖν ἐθέλοντες εἰ ἀκίβδηλός τε καὶ ἄπεφθος, οὕτως ἐγὼ τῇ σῇ θεοσεβείᾳ τὸ σύγγραμμα προσενήνοχα, γνῶναι βουλόμενος, εἴτε εὖ ἔχει, εἴτε τινὸς δεῖται καθάρσεως. Ἀλλὰ καὶ ἀναγνοὺς καὶ πέμψας, οὐδὲν ἡμῖν, ὦ φίλη κεφαλή, τῶν εἰρημένων περὶ τούτου δεδήλωκας. Ἡ δὲ σιγή με παρασκευάζει τοπάζειν, ὡς τἀναντία περὶ ταύτης ψηφισάμενος ὁ κριτὴς οὐκ ἠθέλησε διὰ τοῦ μηνῦσαι λυπῆσαι. Λῦσον τοίνυν τὴν ὑποψίαν καὶ τὴν περὶ τοῦ συγγράμματος ψῆφον δηλῶσαί μοι καταξίωσον.