Ancient Greek
Letter 10
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 10
Not analysed yet
ΗΛΙᾼ ΣΧΟΛΑΣΤΙΚῼ. Τοὺς νόμους εἰς ἐπικουρίαν τῶν ἀδικουμένων οἱ νομοθέται γεγράφασι, καὶ τὴν ῥητορικὴν ἀσκοῦσι τέχνην οἱ τὸν δικανικὸν ἀσπαζόμενοι βίον, ἵνα τοῖς δικαίας δεομένοις βοηθείας συνηγορῶσι. Καὶ λόγων τοίνυν ῥητορικῶν καὶ τῆς τῶν νόμων ἐπιστήμης μεταλαχών, ὦ φίλη κεφαλή, εἰς δέον χρῆσαι τῇ τέχνῃ, καὶ βάλλε τῇ τέχνῃ τοὺς ἀδικοῦντας καὶ τοῖς ὑπ' ἐκείνων βαλλομένοις ἐπάμυνε, προβαλλόμενος καθάπερ ἀσπίδα τοὺς νόμους· καὶ μηδεὶς ἀδικῶν ἀπολαυέτω συνηγορίας, κἂν οἰκειότατος ᾖ. Εἷς δὲ τούτων Ἀβράμης ὁ κάκιστος· ὃς ἀγρὸν ἐκκλησιαστικὸν χρόνον οἰκήσας συχνόν, εἶτά τινας ἐντεῦθεν εἰς κοινωνίαν τῆς κακουργίας λαβών, τετόλμηκεν ἃ σαφῶς ὡμολόγησεν. Ἀπέστειλα δὲ σὺν αὐτῷ καὶ τὰ πεπραγμένα καὶ τοὺς ἠδικημένους καὶ τὸν εὐλαβέστατον Γερόντιον τὸν ὑποδιάκονον· οὐχ ἵνα τοῖς νόμοις παραδῶσι τὸν ἀλιτήριον, ἀλλ' ἵνα τὴν σὴν διδάξωσιν ἃ πεπόνθασι παίδευσιν καὶ συναλγῆσαι παρασκευάσαντες πείσωσιν ἀναγκάσαι τὸν ἀνόσιον ἄνθρωπον ἀποδοῦναι τὰ συληθέντα.