# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 17

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/17

ΚΑΣΙΑΝῌ ΔΙΑΚΟΝῼ. Εἰ μὲν εἰς μόνην ἀφεώρων τὴν τοῦ πάθους ὑπερβολήν, ἀνεβαλόμην ἂν τέως τὰ γράμματα, ἵνα λάβω τὸν χρόνον τῆς θεραπείας ἐπίκουρον. Ἐπειδὴ δὲ τὴν φιλοσοφίαν οἶδα τῆς σῆς θεοφιλείας, τοὺς παραμυθητικοὺς προσενεγκεῖν ἐθάρρησα λόγους, οὓς καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς. Ἥ τε γὰρ φύσις τὸ ἐπίκηρον ἔχει, καὶ τῶν τοιούτων συμφορῶν ἅπας ὁ βίος μεστός· καὶ τῶν ὅλων ὁ Πρύτανις καὶ τοῦ παντὸς ὁ Κυβερνήτης, ὁ σοφῶς τὰ καθ' ἡμᾶς πρυτανεύων Δεσπότης, παντοδαπὴν ἡμῖν διὰ τῶν θείων λογίων προσφέρει παραψυχήν· καὶ τούτων μεσταὶ μὲν τῶν ἱερῶν Εὐαγγελίων αἱ βίβλοι, μεστὰ δὲ τὰ τῶν ἁγίων ἀποστόλων συγγράμματα, καὶ τῶν τρισμακαρίων προφητῶν τὰ θεσπίσματα. Περιττὸν δὲ οἶμαι συλλέγειν ταῦτα καὶ τῇ σῇ προσφέρειν θεοσεβείᾳ, ἄνωθεν τοῖς θεοπνεύστοις ἐντεθραμμένῃ λόγοις, καὶ πρὸς ἐκεῖνα τὸν οἰκεῖον ῥυθμισάσῃ βίον, καὶ διδασκαλίας ἑτέρας μὴ δεομένῃ. Παρακαλῶ τοίνυν ἐκείνων ἀναμνησθῆναι τῶν λόγων, οἳ καὶ τῶν παθῶν παρεγγυῶσιν ἡμῖν κρατεῖν, καὶ τὴν αἰώνιον ὑπισχνοῦνται ζωήν, καὶ τοῦ θανάτου κηρύττουσι τὴν κατάλυσιν, καὶ τὴν κοινὴν πάντων ἡμῶν ἀνάστασιν ἐπαγγέλλονται· καὶ πρὸς τούτοις, μᾶλλον δὲ πρὸ τούτων, ὅτι Δεσπότης ὁ ταῦτα οὕτω γενέσθαι κελεύσας, καὶ Δεσπότης σοφώτατός τε καὶ ἀγαθώτατος, καὶ τὸ συμφέρον ἀκριβῶς ἐπιστάμενος, καὶ πρὸς τοῦτο πάντως ἰθύνων τὰ πράγματα. Ἔστι γὰρ ὅτε θάνατος ἀμείνων ζωῆς καὶ ὁ δοκῶν ἀνιαρὸς τῶν νομιζομένων τερπνῶν ἐστι θυμηρέστερος. Δεξάσθω τοίνυν ἡ θεοσέβειά σου τῆς ἐμῆς ταπεινώσεως τὴν παράκλησιν, ἵνα τὸν τῶν ὅλων θεραπεύσῃς Δεσπότην, γενναίως ἐνεγκοῦσα τὰ λυπηρὰ καὶ γυναιξὶν ὁμοῦ καὶ ἀνδράσι φιλοσοφίας ὑπόδειγμα γενομένη. Θαυμάσονται γὰρ ἅπαντες τοῦ λογισμοῦ τὴν ἀνδρίαν, δεξαμένην γενναίως τοῦ πάθους τὴν προσβολὴν καὶ τὴν σφοδροτάτην αὐτοῦ διαλύσασαν ἐμβολὴν τῇ μεγαλοψυχίᾳ τῆς γνώμης. Ἔχομεν δὲ ψυχαγωγίαν ἀρκοῦσαν τοῦ κατοιχομένου παιδὸς τὰς ζώσας εἰκόνας· ἀξιεράστους γὰρ ἡμῖν καρποὺς καταλέλοιπεν, παῦσαι δυναμένους τῆς ἀχθηδόνος τὴν ἀμετρίαν. Πρὸς δὲ τούτοις ἀντιβολῶ καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ μετρῆσαι τὴν λύπην καὶ μὴ αὐξῆσαι τὰ πάθη τῇ τῆς ἀθυμίας ὑπερβολῇ. Ἐγὼ δὲ τὸν εὐμήχανον ἱκετεύω Δεσπότην παρασχεῖν σου τῇ θεοσεβείᾳ παραψυχῆς ἀφορμάς.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
