# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 21.1

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/21.1

ΕΥΣΕΒΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Οἱ μὲν τὴν μεγίστην ταύτην κατασπείραντες φήμην ᾠήθησαν ταύτῃ πάντως ἀνιάσειν ἡμᾶς, δυσάγγελον αὐτὴν ἄγαν ὑπειληφότες. Ἡμεῖς δέ, διὰ τὴν θείαν χάριν, καὶ τὴν φήμην ἀσπασίως ἐδεξάμεθα καὶ τὴν πεῖραν ἀσμένως προσμένομεν· καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπὲρ τῶν θείων δογμάτων ἐπιφερόμενον λίαν ἡμῖν ἐστιν ἀξιέραστον. Εἰ γὰρ ἀληθῶς ταῖς Δεσποτικαῖς ἐπαγγελίαις πιστεύομεν, οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ τί λέγω τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν; Εἰ γὰρ καὶ μηδὲν ὅλως ἆθλον ὑπὲρ εὐσεβείας ἀγωνιζομένοις ἐδίδοτο, ἤρκεσεν ἂν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλήθεια πεῖσαι τοὺς ἑαυτῆς ἐραστὰς σὺν εὐθυμίᾳ πάσῃ τοὺς ὑπὲρ αὐτῆς κινδύνους ἀσπάσασθαι. Καὶ μάρτυς τῶν εἰρημένων ὁ θεῖος Ἀπόστολος διαρρήδην βοῶν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καθὼς γέγραπται, ὅτι Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Καὶ διδάσκων ὡς οὐκ ἀντίδοσιν προσμένει τινά, ἀλλὰ μόνον τοῦ σεσωκότος ἐρᾷ, ἐπήγαγεν εὐθύς· Ἀλλ' ἐν πᾶσι τούτοις ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς Χριστοῦ. Καὶ προστέθεικεν ἕτερα, δι' ὧν σαφέστερον τὸν οἰκεῖον ἐγύμνωσε πόθον· Πέπεισμαι γάρ, φησίν, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Θεώρησον, ὦ φιλότης, τῆς ἀποστολικῆς ἀγάπης τὴν φλόγα· βλέπε τοῦ ἔρωτος τὸν πυρσόν. Οὐκ ὀριγνῶμαι, φησί, τῶν αὐτοῦ, ἀλλ' αὐτὸν μόνον ποθῶ· καὶ τοῦτον οὐ δύναμαι κατασβέσαι τὸν ἔρωτα· ἀλλ' ἑλοίμην ἂν ἥδιστα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐκπεσεῖν ἀγαθῶν, καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν καὶ νῦν παθεῖν, καὶ αὖθις ὑπομεῖναι, ὥστε ταύτην ἄσβεστον περιφέρειν τὴν φλόγα. Ταῦτα δὲ οὐ μόνον εἶπεν, ἀλλὰ καὶ δέδρακεν ὁ θεῖος οὗτος ἀνὴρ καὶ πανταχοῦ γῆς καὶ θαλάττης μνημεῖα τῶν παθημάτων κατέλιπεν. Εἰς τοῦτον καὶ μέντοι καὶ εἰς τοὺς ἄλλους ἅπαντας ἀφορῶν, πατριάρχας, προφήτας, ἀποστόλους, μάρτυρας, ἱερέας, θυμήρη λίαν ἡγοῦμαι τὰ νομιζόμενα σκυθρωπά. Αἰσχύνομαι γάρ, ὁμολογῶ, καὶ τοὺς ταῦτα μὲν ἥκιστα μεμαθηκότας, ὑπὸ δὲ μόνης ποδηγηθέντας τῆς φύσεως, καὶ ἐν τοῖς ἀγῶσι τῆς ἀρετῆς διαπρέψαντας. Καὶ γὰρ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου, τὴν τῆς συκοφαντίας ὑπομείνας γραφὴν καὶ τῆς τῶν κατηγόρων κατεφρόνει ψευδολογίας καὶ τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἐδείκνυ βοῶν· Ἄνυτος δὲ καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανταί με, βλάψαι δὲ οὐ δύνανται. Καὶ ὁ Παιανιεὺς δὲ ῥήτωρ, τῇ ῥητορικῇ δεινότητι φιλοσοφίαν ἀναμίξας, καὶ τήνδε τὴν γνώμην καὶ τοῖς τηνικάδε ἀνθρώποις καὶ τοῖς εἰς ὕστερον ἐσομένοις προσήνεγκεν. Πέρας μὲν γάρ ἐστιν ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. Δεῖ μὲν γὰρ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δ' ἃ ἂν ὁ Θεὸς διδῷ γενναίως. Καὶ μέντοι καὶ ὁ τούτου πρεσβύτερος συγγραφεύς, τὸν Ὀλόρον λέγω, πολλὰς μὲν καὶ ἄλλας ἀξιεπαίνους ἔγραψε γνώμας· ἔγραψε δὲ καὶ τήνδε· Φέρειν δὲ χρὴ τά τε δαιμόνια ἀναγκαίως, τά τε ἀπὸ τῶν πολεμίων ἀνδρείως. Καὶ τί λέγω φιλοσόφους καὶ συγγραφέας καὶ ῥήτορας; Καὶ γὰρ οἱ τὴν μυθολογίαν τῆς ἀληθείας προτετιμηκότες, πολλὰς ταῖς μυθολογίαις ὀνησιφόρους παραινέσεις ἀνέμιξαν· ὥσπερ ἀμέλει καὶ Ὅμηρος ἐδίδαξεν ἐν τοῖς λόγοις, τὸν τῶν Ἑλλήνων σοφώτατον ἑαυτὸν ἐν ἐκείνοις πρὸς ἀνδρείαν ἀλείφοντα. Λέγει δὲ οὕτως· Στῆθος δὲ πλήξας, κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης. Καὶ ἄλλα δὲ τούτοις προσόμοια καὶ παρὰ ποιητῶν καὶ ῥητόρων καὶ φιλοσόφων ῥᾳδίως ἄν τις συλλέξειεν· ἀλλ' ἡμῖν οἱ θεῖοι λόγοι πρὸς πᾶσαν ὠφέλειαν ἀρκοῦσιν. Καὶ ταῦτα δὲ τέθεικα, δεῖξαι βουληθείς, ὡς ἄγαν αἰσχρὸν τῶν τῆς φύσεως μαθητῶν ἡττηθῆναι τοὺς προφητικῆς καὶ ἀποστολικῆς μετεσχηκότας διδασκαλίας καὶ τῷ σωτηρίῳ πάθει πεπιστευκότας καὶ προσμένοντας σωμάτων ἀνάστασιν καὶ φθορᾶς ἀπαλλαγὴν καὶ χορηγίαν ἀθανασίας καὶ οὐρανῶν βασιλείαν. Καὶ τοὺς ἀθυμοῦντας τοίνυν ἐπὶ τοῖς θρυληθεῖσιν, ὦ φίλη κεφαλή, ψυχαγώγησον, καὶ τοὺς ἐφηδομένους, εἴπερ τις ἄρα ἐστί, δίδαξον ὡς γεγήθαμεν, καὶ γαννύμεθα, καὶ χορεύομεν, καὶ ὡς αὐτὴν τῶν οὐρανῶν τὴν βασιλείαν, τὴν νομιζομένην προσδεχόμεθα τιμωρίαν. Ἵνα δὲ καὶ διδάξῃς, θαυμασιώτατε, τοὺς ἀγνοοῦντας ὅπως φρονοῦμεν, ἴσθι πιστεύειν ἡμᾶς, ὡς ἐδιδάχθημεν, εἰς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ εἰς δύο υἱούς, ὥς τινες συκοφαντοῦσιν, ἢ ἐμαθητεύθημεν, ἢ ἐβαπτίσθημεν, ἢ πιστεύομεν, ἢ πιστεύειν διδάσκομεν· ἀλλ' ὥσπερ ἕνα ἴσμεν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα, οὕτως ἕνα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὐκ ἀρνούμεθα μέντοι τὰς τῶν φύσεων ἰδιότητας· ἀλλ' ὥσπερ ἀσεβεῖν νομίζομεν τοὺς εἰς δύο υἱοὺς διαιροῦντας τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν, οὕτω τῆς ἀληθείας πολεμίους ἀποκαλοῦμεν τοὺς συγχέειν τὰς φύσεις ἐπιχειροῦντας. Ἀσύγχυτον γὰρ ἕνωσιν γεγενῆσθαι πιστεύομεν καὶ ἴσμεν τινά τε τῆς ἀνθρωπότητος καί τινα τῆς θεότητος ἴδια. Καθάπερ γὰρ ὁ ἄνθρωπος, τὸν κοινὸν λέγω, τὸ λογικὸν καὶ θνητὸν ζῶον, ἔχει μὲν ψυχήν, ἔχει δὲ σῶμα, ἓν δὲ ζῶον νοεῖται· καὶ ἡ διαφορὰ τῶν <δύο> φύσεων οὐκ εἰς δύο πρόσωπα μερίζει τὸν ἕνα· ἐν δέ γε τῷ ἑνὶ καὶ τὴν τῆς ψυχῆς ἴσμεν ἀθανασίαν καὶ τοῦ σώματος τὴν θνητότητα· καὶ ὁμολογοῦμεν τὴν ψυχὴν ἀόρατον, ὁρατὸν δὲ τὸ σῶμα, ἓν δὲ ζῶον, ὡς ἔφην, λογικὸν ὁμοῦ καὶ θνητόν· οὕτω τὸν Κύριον ἡμῶν καὶ Θεόν, τὸν τοῦ Θεοῦ λέγω Υἱόν, τὸν Δεσπότην Χριστόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα ἴσμεν Υἱόν· ἀδιαίρετος γὰρ ἡ ἕνωσις, ὥσπερ δὴ καὶ ἀσύγχυτος. Ἴσμεν δὲ ὅμως καὶ τὸ τῆς θεότητος ἄναρχον, καὶ τὸ τῆς ἀνθρωπότητος πρόσφατον. Ἡ μὲν γὰρ ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ (ἐξ αὐτῶν γὰρ ἡ ἁγία Παρθένος)· ἡ δὲ θεία φύσις ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸ αἰώνων, ἀχρόνως, ἀπαθῶς, ἀτμήτως ἐγεννήθη. Εἰ δὲ ἀναιρεθείη σαρκὸς καὶ θεότητος τὸ διάφορον, τίσιν ὅπλοις χρησόμεθα κατὰ Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι; Πῶς δὲ αὐτῶν τὴν κατὰ τοῦ Μονογενοῦς καταλύσομεν βλασφημίαν; Νῦν γὰρ τοὺς μὲν ταπεινοὺς τῶν λόγων ὡς ἀνθρώπῳ προσάπτομεν, τοὺς δὲ ὑψηλοὺς καὶ θεοπρεπεῖς ὡς Θεῷ, καὶ εὐπετὴς ἄγαν ἡμῖν ἐστιν ἡ τῆς ἀληθείας ἀπόδειξις. Ἀλλὰ γὰρ ὑπερβαίνει μέτρον ἐπιστολῆς ὁ περὶ τῆς πίστεως λόγος. Ἀρκεῖ δὲ καὶ τὰ ὀλίγα ταῦτα ῥημάτια δεῖξαι τὸν τῆς ἀποστολικῆς πίστεως χαρακτῆρα.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
