# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 29

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/29

ΑΠΕΛΛΙΩΝΙ. Τὰ Καρχηδονίων πάθη τῆς Αἰσχύλου καὶ Σοφοκλέους τραγῳδίας ἐδεῖτο, ἴσως δ' ἂν καὶ τὴν ἐκείνων ἐνίκησε γλῶτταν τὸ μέγεθος τῶν κακῶν. Ἡ γὰρ πάλαι καὶ Ῥωμαίοις δυσάλωτος, μᾶλλον δὲ ἡ τῇ μεγίστῃ Ῥώμῃ πολλάκις περὶ πρωτείων ἐρίσασα καὶ τὸν ἔσχατον αὐτῇ κίνδυνον ἐπιστήσασα, νῦν βαρβάρων γεγένηται πάρεργον. Οἱ δὲ τὴν πολυθρύλητον αὐτῆς κοσμοῦντες βουλὴν εἰς πᾶσαν ἀλῶνται τὴν οἰκουμένην, ἀφορμὴν ἔχοντες βίου τῶν φιλοξένων τὰς χεῖρας. Κινοῦσι δὲ τοῖς ὁρῶσι δάκρυα, καὶ διδάσκουσι τῶν ἀνθρωπείων πραγμάτων τὸ σφαλερόν τε καὶ εὐρίπιστον. Πολλοὺς μὲν οὖν καὶ ἄλλους ἐθεασάμην ἐκεῖθεν ἐληλυθότας, καὶ δέος ἐδεξάμην. Οὐ γὰρ οἶδα, κατὰ τὴν Γραφήν, τί τέξεται ἡ ἐπιοῦσα. Ἄγαμαι δὲ οὐχ ἥκιστα τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν· φέρει γὰρ γενναίως τὴν συμφοράν, καὶ τὴν τῆς εὐπραξίας μεταβολὴν ἀφορμὴν ποιεῖται φιλοσοφίας, καὶ τῶν ὅλων τὸν Πρύτανιν ἀνυμνεῖ, καὶ τοῦτο συμφέρον ὑπείληφεν, ὅπερ ἐκεῖνος ἢ γενέσθαι προσέταξεν, ἢ γινόμενον οὐκ ἐκώλυσεν. Ἄρρητος γὰρ τῆς θείας προμηθείας ὁ λόγος. Τοῦτον μετὰ τῆς ὁμοζύγου καὶ τῶν παίδων περινοστοῦντα Ἀβραμιαίας ἀξιωσάτω φιλοφροσύνης ἡ ὑμετέρα μεγαλοπρέπεια. Τῇ γὰρ ὑμετέρᾳ μεγαλοψυχίᾳ θαρρῶν, ξεναγὸς αὐτῶν γεγένημαι, καὶ τὴν φιλότιμον ὑμῶν ὑποδείκνυμι δεξιάν.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
