# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 31

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/31

ΔΟΜΝῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ. Τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ πατρὶς μὲν ἡ πολυθρύλητος Καρχηδών, γένος δὲ τὸ ἐν ἐκείνῃ γεγενημένον περίβλεπτον. Ἀλλὰ νῦν ἐξ ἐκείνης ἐληλαμένος, τὴν ξένην περινοστεῖ, καὶ τῶν φιλοθέων τὰς χεῖρας περισκοπεῖ. Ἔχει δὲ καὶ φορτίον, ἀναγκαῖον μέν, ἐπιτεῖνον δὲ τὴν φροντίδα· τὴν γαμετὴν λέγω, καὶ τὰ παιδία, καὶ τοὺς οἰκείους, ὧν ἕνεκα πλειόνων δεῖται δαπανημάτων. Ἐγὼ δὲ αὐτοῦ τὴν γνώμην τεθαύμακα. Ὡς ἐξ οὐρίων γὰρ φερόμενος, οὕτω τὸν Κυβερνήτην ὑμνεῖ, καὶ τοῦ χαλεποῦ κλύδωνος οὐ πεφρόντικεν· τὴν γὰρ εὐσέβειαν ἐκ τῆς συμφορᾶς ἐκαρπώσατο, καὶ τὸν τρισμακάριον αὐτῷ τοῦτον καρπὸν ἡ δυσκληρία προσήνεγκεν. Ἡνίκα γὰρ τῆς εὐπραξίας ἀπέλαυεν, τοὺς τοιούτους οὐ προσίετο λόγους· ἐκείνης δὲ γυμνωθείς, συναπέβαλε τὴν ἀσέβειαν, καὶ νῦν ἔχει τὸν πλοῦτον τῆς πίστεως· οὗ δὴ χάριν τῆς δυσπραξίας ἐκείνης καταφρονεῖ. Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην, ἀποφῆναι αὐτῷ πατρίδα τὴν ξένην, καὶ προτρέψαι τοὺς πλούτῳ κομῶντας ψυχαγωγῆσαι τὸν τῆς αὐτῆς γεγενημένον συμμορίας, καὶ τῆς συμφορᾶς διαλῦσαι τὸ νέφος. Προσήκει γὰρ τοὺς τὴν αὐτὴν φύσιν λαχόντας, καὶ ὁμοίως μὲν πλημμελοῦντας, τὴν δὲ τιμωρίαν διαφυγόντας, τοῖς δυσημερίᾳ περιπεσοῦσι ψυχαγωγίαν προσφέρειν, καὶ τῇ περὶ τούτους συμπαθείᾳ τὸν Θεὸν ἱλεοῦσθαι.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
