# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 35

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/35

ΕΙΡΗΝΑΙῼ ΕΠΙΣΚΟΠῼ. Πολλοῖς μὲν καὶ ἄλλοις, δέσποτα, διαλάμπεις εἴδεσιν ἀρετῆς, οὐχ ἥκιστα δὲ κοσμεῖ σου τὴν ὁσιότητα φιλανθρωπία καὶ χρημάτων ὑπεροψία καὶ δεξιὰ τὴν τῶν δεομένων ἀναβλύζουσα θεραπείαν. Διαφόρως δὲ τοὺς ἐν εὐπραξίᾳ τεθραμμένους, εἰς δυσκληρίαν δὲ μεταπεσόντας, πλείονος ἀξιοῖς, θεοφιλέστατε, προμηθείας. Τοῦτο σαφῶς ἐπιστάμενος, γνώριμόν σου τῇ θεοσεβείᾳ ποιῶ τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν· ὃν πάλαι μὲν ἐν Καρχηδόνι πλοῦτος ἐδείκνυ καὶ δυναστεία λαμπρόν· νῦν δὲ τούτων γεγυμνωμένον εὐσέβεια καὶ φιλοσοφία κοσμεῖ· φέρει γὰρ τὴν δοκοῦσαν δυσπραξίαν εὐθύμως, ἐπειδὴ καὶ τῆς ψυχικῆς αὐτῷ σωτηρίας γεγένηται πρόξενος. Οὗτος ἀφίκετο μὲν πρὸς ἡμᾶς μετὰ γραμμάτων τὴν προτέραν αὐτοῦ διδασκόντων εὐημερίαν· συχνὰς δὲ παρ' ἡμῖν διατρίψας ἡμέρας, παρέσχεν τῆς πείρας τὴν μαρτυρίαν. Οὗ δὴ χάριν αὐτὸν καὶ σπουδαιότερον τῇ σῇ συνιστῶμεν ἁγιωσύνῃ, καὶ παρακαλοῦμεν καὶ τοῖς τῆς πόλεως εὐπόροις δῆλον αὐτὸν διὰ τῆς σῆς γενέσθαι φιλοθείας· εἰκὸς γὰρ αὐτούς, τὰ κατὰ αὐτὸν μεμαθηκότας, καὶ τὴν ἴσην δείσαντας συμφοράν, σπουδάσαι διὰ τῆς συμπαθείας τὴν τιμωρίαν διαφυγεῖν. Ἀναγκάζεται γὰρ περινοστεῖν, ἅτε δὴ πλειόνων δαπανημάτων δεόμενος· σύνεστι γὰρ αὐτῷ καὶ γαμετὴ καὶ παιδία καὶ οἱ συμφυγόντες οἰκέται τῶν βαρβάρων τὰς χεῖρας.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
