# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 43

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/43

ΠΟΥΛΧΕΡΙᾼ ΑΥΓΟΥΣΤῌ. Ἐπειδὴ τὴν βασιλείαν εὐσεβείᾳ κοσμεῖτε καὶ τὴν ἁλουργίδα τῇ πίστει λαμπρύνετε, θαρροῦμεν τὰ γράμματα, καὶ τὴν οἰκείαν οὐχ ὁρῶμεν εὐτέλειαν· τῇ γὰρ ἱερωσύνῃ τὸ πρέπον ἀπονέμετε γέρας. Ταῦτα λογιζόμενος, ἱκετεύω τὸ ὑμέτερον κράτος, φειδοῦς τὴν ἀθλίαν ἡμῶν ἀξιῶσαι χώραν, καὶ τὴν ἐποψίαν τὴν πολλάκις γεγενημένην κελεῦσαι βεβαιωθῆναι, καὶ μὴ δεχθῆναι τὰς παρά τινων κατ' αὐτῆς γενομένας ψευδηγορίας· μηδὲ ἀξιόχρεων νομισθῆναι τὸν ἐπισκόπου μὲν ὄνομα περιφέροντα, ἀλλότρια δὲ καὶ ἀνδραπόδων εὐτρόπων ἐπιτηδεύοντα. Οὗτος γὰρ κατηγορίαις ὑπεύθυνος γεγονώς, καὶ τοῖς τῆς ἀκοινωνησίας ὑποβληθεὶς δεσμοῖς, ὑπὸ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἀρχιεπισκόπου τῆς Ἀντιοχέων μεγαλοπόλεως, τοῦ κυρίου Δόμνου, τοῦ ἀρχιερατικοῦ συνεδρίου συγκροτεῖσθαι μέλλοντος, ὥστε τὰς κατ' αὐτοῦ γεγενημένας ἐξετάσαι κατηγορίας, ἀποδρὰς τὴν βασιλεύουσαν κατέλαβε πόλιν, καὶ δηλάτωρος ἔργον ἀναδεξάμενος, πολεμεῖ μὲν χώραν, ἣν ὀνομάζει μητέρα, πολεμεῖ δὲ μυριάσι πενήτων, καὶ διὰ τὴν πρὸς ἕνα δυσμένειαν τὴν γλῶτταν κατὰ πάντων ἠκόνησεν. Ὁποῖος μὲν οὖν ἐκεῖνος καὶ τίσιν ἐπιτηδεύμασιν ἐντεθραμμένος, ἐγὼ μὲν οὐκ ἐρῶ, τὰ ἐμαυτῷ πρέποντα λογιζόμενος· τεκμηριοῖ δὲ σαφῶς τὸ νῦν ἐγχειρηθὲν παρ' αὐτοῦ. Περὶ δὲ τῆς χώρας τοσοῦτόν φημι· ὅτι τῆς ἐπαρχίας πάσης κουφισμὸν δεξαμένης, οὐδέποτε αὕτη φιλανθρωπίας ἀπέλαυσε, καίτοι βαρύτατον φορτίον ἐπικείμενον ἔχουσα. Ὅθεν πολλὰ μὲν τῶν κτημάτων ἐστέρηται γεωργῶν, πολλὰ δὲ καὶ τῶν κεκτημένων ἔρημα γεγένηται παντελῶς· ἀπαιτοῦνται δὲ ὑπὲρ τούτων οἱ τρισάθλιοι πολιτευόμενοι, φέρειν δὲ τὴν εἴσπραξιν οὐ δυνάμενοι οἱ μὲν προσαιτοῦσιν, οἱ δὲ δραπετεύουσι. Περιέστη δὲ εἰς ἕνα τὸ τῆς πόλεως σχῆμα· ὃς οὐκ ἀνθέξει, μὴ τῆς ἰάσεως παρὰ τῆς ὑμετέρας εὐσεβείας ἐπιτεθείσης. Ἐλπίζω δὲ ὅτι ἡ ὑμετέρα γαληνότης θεραπεύσει τὰ τῆς πόλεως τραύματα, καὶ ταῖς ἄλλαις δικαιοπραγίαις ἐπιθήσει καὶ ταύτην.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
