Ancient Greek
Letter 44
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 44
Not analysed yet
ΣΕΝΑΤΩΡΙ ΠΑΤΡΙΚΙῼ. Χάρις τῷ Σωτῆρι τῶν ὅλων, ὅτι τῷ ὑμετέρῳ μεγέθει ἀεὶ προστίθησι τὰς τῶν ἀξιωμάτων τιμάς. Ἐγὼ δὲ μέχρι τοῦ παρόντος οὐ γέγραφα καὶ τὴν ἐπὶ τῷ κολοφῶνι τοῦ γέρως ἐγγενομένην μοι θυμηδίαν εὐθὺς οὐ δεδήλωκα, ἐνοχλεῖν οὐ βουλόμενος τὴν ὑμετέραν μεγαλοπρέπειαν. Καὶ νῦν δὲ τοῦτο ποιῶ, τῆς θεόθεν ἐγχειρισθείσης μοι χώρας ἐπὶ ξυροῦ ἀκμῆς, τὸ δὴ λεγόμενον, ἑστηκυίας. Τῆς γὰρ ἐποψίας κατ' ἐκεῖνον τὸν καιρὸν γενομένης, καθ' ὃν τῆς ὑμετέρας τὸ πρῶτον ἐπιδημίας ἀπελαύσαμεν, καὶ μόλις κρατυνθείσης ἐπὶ τοῦ μεγαλοπρεπεστάτου ὑπάρχου τοῦ κυρίου Φλωρεντίου βεβαιωθείσης δὲ καὶ νῦν ὑπὸ τοῦ τὰς αὐτὰς κατέχοντος ἡνίας, ἀνήρ τις, ἐπισκόπου μὲν ὄνομα περιφέρων, ἀλλότρια δὲ καὶ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδεύων, φυγὼν τὸ τῶν ἀρχιερέων συνέδριον, καὶ ταῦτα τῶν τῆς ἀκοινωνησίας ἐπικειμένων αὐτῷ δεσμῶν, συκοφαντεῖν πειρᾶται καὶ διαβάλλειν τὴν γενομένην ἐποψίαν, τῇ περὶ τὸν περίβλεπτον Φίλιππον ἀπεχθείᾳ τὴν ἀλήθειαν βάλλων. Διὸ τὴν ὑμετέραν μεγαλοφυΐαν ἀντιβολῶ, τὰς μὲν ἐκείνου ψευδηγορίας ἀποφῆναι ματαίας, τὴν δὲ γεγενημένην ἐποψίαν ἐνδίκως βεβαιωθεῖσαν ἀσάλευτον διαμεῖναι. Πρέπει γὰρ ὑμῶν τῷ μεγέθει, καὶ ταύτην μετὰ τῶν ἄλλων τὴν δικαιοπραγίαν καρπώσασθαι, καὶ τὰς παρὰ τῶν εὐεργετουμένων εὐλογίας τρυγῆσαι, καὶ θεραπεῦσαι μὲν τὸν τῶν ὅλων Θεόν, θεραπεῦσαι δὲ τὸν γνήσιον αὐτοῦ δοῦλον, τὸν ἁγιώτατον ἄνθρωπον τοῦ Θεοῦ, τὸν κύριον Ἰάκωβον, ὃς τήνδε προσφέρει σὺν ἐμοὶ τὴν παράκλησιν. Ἔγραψε δ' ἂν καὶ αὐτός, εἴπερ αὐτῷ τὸ γράφειν σύνηθες ἦν.