# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 52

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/52

ΙΒᾼ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΗΣ. Τῆς κοινῆς, οἶμαι, προμηθούμενος σωτηρίας, ὁ τῶν ὅλων Θεὸς συμφορὰς ἐπιφέρει τισί τινας, ἵνα τοῖς μὲν ἡμαρτηκόσιν ἀλεξίκακον ἡ παιδεία γένηται φάρμακον, τοῖς δὲ τῆς ἀρετῆς ἀθληταῖς καρτερίας ὑπόθεσις, τοῖς δέ γε ταύτας θεωμένοις ἀρχέτυπον ὀνησιφόρον. Πεφύκαμεν γάρ πως ἀναπίμπλασθαι δέους, ἄλλους τιμωρουμένους ὁρῶντες. Ταῦτα λογιζόμενος, τὰ τῆς Λιβύης κακὰ κέρδος ὑπολαμβάνω κοινόν. Πρῶτον μὲν γὰρ τὴν προτέραν ἐκείνων ἐνθυμούμενος εὐπραξίαν, καὶ βλέπων τὴν ἀθρόαν μεταβολήν, ὁρῶ τῶν ἀνθρωπίνων πραγμάτων τὰς ἀγχιστρόφους τροπάς, καὶ διδάσκομαι μήτε ταῖς εὐημερίαις ὡς διαρκέσι θαρρεῖν, μήτε τὰς δυσκληρίας ὡς χαλεπὰς δυσχεραίνειν. Εἶτα τῶν πεπλημμελημένων ἀνανεοῦμαι τὴν μνήμην, καὶ δέδοικα μὴ τοῖς ἴσοις περιπέσω παθήμασι. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, τὸν θεοφιλέστατον ἐπίσκοπον Κυπριανὸν γνώριμον ποιῶν τῇ σῇ ὁσιότητι· ὃς ὁρμᾶται μὲν ἐκ τῆς πολυθρυλήτου Λιβύης, ἠνάγκασται δὲ τὴν ξένην περινοστεῖν, διὰ τὴν τῶν βαρβάρων ὠμότητα. Γράμματα δὲ ἡμῖν κεκόμικεν τοῦ ὁσιωτάτου ἐπισκόπου τοῦ κυρίου Εὐσεβίου, ὃς τὸ Γαλατῶν ἔθνος ἰθύνει σοφῶς. Τοῦτον μετὰ τῆς συνήθους φιλοφροσύνης ὑποδεξαμένη σου ἡ φιλοθεΐα, προπεμψάτω μετὰ γραμμάτων πρὸς οὓς ἂν ἐθέλῃ κυρίους καὶ θεοφιλεστάτους ἐπισκόπους· ἵν' αὐτὸς μὲν τῆς αἰσθητῆς ἀπολαύσῃ παραψυχῆς, ἀντιδῷ δὲ αὐτοῖς τὰ ἐπουράνια καὶ μόνιμα κέρδη.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
