Ancient Greek
Letter 66
Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 66
Not analysed yet
ΑΕΡΙῼ ΣΟΦΙΣΤῌ. Εἰς τὴν τριπόθητον ὑμᾶς πανήγυριν ἡ τετοκυῖα καὶ θρεψαμένη καλεῖ. Ὁ γὰρ ἱερὸς σηκὸς καὶ τὸν ὄροφον ἔλαβε, καὶ τὸν προσήκοντα κόσμον προσέλαβε καὶ τοὺς οἰκήτορας οἷς ἐδομήθη ποθεῖ. Ἀπόστολοι δὲ οὗτοι καὶ προφῆται, Παλαιᾶς καὶ Καινῆς Διαθήκης μεγαλόφωνοι κήρυκες. Κοσμήσατε τοίνυν τῇ παρουσίᾳ τὴν ἑορτήν, καὶ τὰς ἐκ ταύτης ἀναβλυζούσας εὐλογίας ἀρύσασθε καὶ θυμηρεστέραν ἡμῖν ἐργάσασθε τὴν πανήγυριν.