# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 72

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/72

ΕΡΜΕΣΙΓΕΝΕΙ ΠΑΡΕΔΡῼ. Ἡνίκα τῶν ἀνθρώπων ὁ τῆς ἀγνοίας κατεκέχυτο ζόφος, οὐ τὰς αὐτὰς ἅπαντες ἑορτὰς ἐπετέλουν, ἀλλὰ διῃρημένας εἶχον κατὰ πόλεις τὰς πανηγύρεις. Ἐν Ἤλιδι μὲν γὰρ Ὀλύμπια ἦν, ἐν Δελφοῖς δὲ τὰ Πύθια, ἐν δέ γε τῇ Σπάρτῃ τὰ Ὑακίνθια, Ἀθήνῃσι δὲ τά τε Παναθήναια καὶ τὰ Θεσμοφόρια καὶ τὰ Διονύσια. Ἐπίσημα δὲ ἦν· καὶ ἄλλοι δὲ ἄλλων ἐπετέλουν δημοθοινίαν δαιμόνων. Ἐπειδὴ δὲ τὸ νοερὸν φῶς τὴν ἀχλὺν ἐκείνην ἐσκέδασε, πανταχοῦ γῆς καὶ θαλάττης ἠπειρῶται καὶ νησιῶται κοινῇ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιτελοῦσι τὰς ἑορτάς· καὶ ἔνθα ἄν τις ἀποδημῆσαι θελήσῃ, κἂν πρὸς ἥλιον ἀνίσχοντα, κἂν πρὸς δυόμενον, πανταχοῦ τὴν αὐτὴν εὑρήσει κατὰ τὸν αὐτὸν χρόνον ἐπιτελουμένην πανήγυριν. Οὐδὲ γὰρ κατὰ τὸν Μωϋσέως νόμον, τὸν τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαίνοντα, εἰς μίαν ἀνάγκη συνιέναι πόλιν, καὶ τῶν εὐεργεσιῶν ἑορτάζειν τὴν μνήμην· ἀλλὰ πᾶσα πόλις, καὶ πᾶσα κώμη, καὶ ἀγροί, καὶ ἐσχατιαί, τῆς θείας ἐνεπλήσθησαν χάριτος· καὶ ἐν παντὶ τόπῳ σηκοὶ θεῖοι καὶ τεμένη καθιερῶνται τῷ τῶν ὅλων θεῷ. Διά τοι τοῦτο καὶ κατὰ πόλεις διῃρημένοι πανηγυρίζομεν, καὶ αὖ πάλιν κοινωνοῦμεν ἀλλήλοις τῶν ἑορτῶν. Τὸν γὰρ αὐτὸν Θεόν τε καὶ Δεσπότην τοῖς ὕμνοις γεραίρομεν, καὶ τὰς μυστικὰς αὐτῷ θυσίας προσφέρομεν. Τούτου δὴ χάριν καὶ διὰ γραμμάτων ἀλλήλους οἱ γειτονεύοντες προσφθεγγόμεθα, τὴν ἐκ τῆς ἑορτῆς ἐγγινομένην θυμηδίαν σημαίνοντες. Τοῦτο κἀγὼ νῦν ποιῶ, καὶ τὴν ἑορταστικὴν πρόσρησιν τῇ σῇ μεγαλοπρεπείᾳ προσφέρω. Ἀντιδώσει δὲ καὶ αὐτὴ πάντως τὴν ἴσην, καὶ τιμήσει τὸν νόμον τῆς ἑορτῆς.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
