# Epistulae: Collectio Sirmondiana (epistulae 1-95) 76

Theodoretus, Epistulae: Collectio Sirmondiana (epistulae 1-95), Letter 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/epistulae-collectio-sirmondiana-epistulae-1-95/76

ΟΥΡΑΝΙῼ ΑΡΧΟΝΤΙ ΚΥΠΡΟΥ. Τὴν εἰλικρινῆ φιλίαν κρατύνει μὲν συνουσία, τοπικὴ δὲ οὐ διατέμνει διάστασις· ἰσχυρὰ γὰρ τὰ ταύτης δεσμά. Καὶ τοῦτο γνοίη μὲν ἄν τις καὶ ἐξ ἑτέρων πολλῶν· ἀπόχρη δὲ καὶ τὰ καθ' ἡμᾶς ἐπιδεῖξαι τοῦ λόγου τ' ἀληθές. Πολλὰ γὰρ ἡμᾶς διΐστησι καὶ ὄρη καὶ πόλεις καὶ θάλαττα· ἀλλ' οὐδὲν ἔσβεσεν τῆς σῆς μεγαλοπρεπείας τὴν μνήμην. Εὐθὺς γὰρ ἤν τινα ἴδωμεν ἐξ ἐκείνων ἀφιγμένον τῶν πόλεων, αἳ τῆς θαλάττης εἰσὶν ἀγχιτέρμονες, τὴν Κύπρον καὶ τὸν ταύτης ἄριστον κυβερνήτην εἰς μέσον ὁ λόγος προφέρει, καὶ γαννύμεθα τὸ σὸν ἀκούοντες κλέος. Νῦν δὲ διαφερόντως πολλῆς ἐνεπλήσθημεν θυμηδίας· τὸ γὰρ πάντων ἡμῖν ἐρασμιώτερον μεμαθήκαμεν. Τί γὰρ ἡμῖν, ὦ ἄριστε, θυμηρέστερον τοῦ τὴν ἀξιέπαινόν σου ψυχὴν τῷ τῆς γνώσεως φωτὶ πεφωτισμένην ἰδεῖν; Τὸν γὰρ πολλοῖς κοσμούμενον εἴδεσιν ἀρετῆς δίκαιον ἡγούμεθα καὶ τὸν ταύτης προσλαβεῖν κολοφῶνα· καὶ πιστεύομεν ὡς ὀψόμεθα τὸ ποθούμενον. Ἁρπάσει γὰρ δῆλον ὅτι προθύμως ἡ σὴ λαμπρότης τὴν θεόσδοτον δωρεάν, παρὰ γνησίων φίλων καὶ σαφῶς ταύτης ἐπισταμένων τὸ μέγεθος προτρεπομένη, καὶ πρὸς τὸν μεγαλόδωρον ποδηγουμένη Θεόν, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ δι' ἀνθρώπων ἀνθρώπους σαγηνεύει πρὸς σωτηρίαν, εἰς ἀγήρω ζωὴν τοὺς ἀγρευομένους ἀπάγων. Ὁ μὲν γὰρ ἰχθυολκὸς τῶν θηρευομένων τὴν ζωὴν ἀφαιρεῖται· ὁ δὲ ἡμέτερος ἀσπαλιευτής, ὅπερ ἂν ζωγρήσῃ, τῶν πικρῶν ἐλευθεροῖ τοῦ θανάτου δεσμῶν. Τούτου χάριν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ διὰ τῆς ὁρωμένης ἀνθρωπότητος τὴν ζωηφόρον τοῖς ἀνθρώποις διδασκαλίαν προσήνεγκεν, καὶ λογικοῖς πρέπουσαν πολιτείαν ἐνομοθέτησεν· καὶ τοὺς νόμους ταῖς θαυματουργίαις κρατύνας, κατέλυσε τῷ τῆς σαρκὸς θανάτῳ τὸν θάνατον· καὶ ταύτην ἀναστήσας, πᾶσιν ἡμῖν ὑπέσχετο τὴν ἀνάστασιν, ἐχέγγυον ἀξιόχρεων τῆς ἡμετέρας ἀναστάσεως τοῦ τιμίου σώματος αὑτοῦ δεδωκὼς τὴν ἀνάστασιν. Οὕτω δὲ τοὺς ἀνθρώπους, καὶ ταῦτα μισοῦντας, ἠγάπησεν, ὡς τὸ τῆς οἰκονομίας μυστήριον παρά τισιν ἀπιστεῖσθαι διὰ τὴν τῶν παθημάτων ὑπερβολήν. Ἀπόχρη δὲ δεῖξαι τῆς φιλανθρωπίας τὴν ἄβυσσον καὶ τὸ τοὺς ἀπιστοῦντας ἔτι καθ' ἡμέραν ἑκάστην καλεῖν. Ποιεῖ δὲ τοῦτο, οὐχ ὡς ἀνθρωπίνης θεραπείας δεόμενος—τίνος γὰρ ἐνδεὴς τῶν ὅλων ὁ Ποιητής—, ἀλλ' ὡς διψῶν ἑκάστου τὴν σωτηρίαν. Ἅρπασον τοίνυν, ὦ θαυμάσιε, τὸ δῶρον καὶ τὸν φιλόδωρον ὕμνησον καὶ μεγίστην ἡμῖν καὶ θυμηρεστάτην προξένησον ἑορτήν.

---

Theodoretus Scr. Eccl. et Theol., Epistulae: Collectio Sirmondiana (epistulae 1-95). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg006.local001/.
